221
ποιεῖν γίνεται! πόση δὲ πώρωσις τῶν καὶ μετὰ τὴν ἀπόδειξιν τῆς δυνάμεως ἔτι μενόντων τῇ ἀπιστίᾳ! Ὥσπερ οὖν Σίμων ἐμπορίας ἕνεκεν ἐζήτει τοῦ Πνεύματος τὴν χάριν, οὕτω καὶ οὗτοι τοῦ αὐτοῦ τούτου ἕνεκεν τοῦτο ἐποίουν. Πόση πώρωσις! Καὶ τί δήποτε ὁ Παῦλος οὐκ ἐπιτιμᾷ; Ὅτι ἔδοξεν ἂν βασκανίας εἶναι τὸ πρᾶγμα· διὰ τοῦτο οἰκονομεῖται οὕτω. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν· ἀλλὰ τότε μὲν οὐ κωλύεται (ἀρχὴ γὰρ τῶν πραγμάτων ἦν)· ἐπεὶ καὶ Ἰούδας κλέπτων οὐκ ἐκωλύετο· Ἀνανίας δὲ καὶ Σάπφειρα καὶ ἀνῃρέθησαν· καὶ πολλοὶ Ἰουδαῖοι μὲν καὶ ἀνθιστάμενοι οὐδὲν ἔπασχον, Ἐλύμας δὲ ἐτυφλώθη. Οὐ γὰρ ἦλθον, φησὶν, ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος. Ὅρα μιαρίαν! Ἰουδαῖοι μένοντες ἔτι, ἀπὸ τοῦ ὀνόματος χρηματίζειν ἤθελον· ὥστε πάντα πρὸς δόξαν ἐποίουν καὶ πορισμόν. Θέα πανταχοῦ οὐχ οὕτω τοὺς ἀνθρώπους ἐπιστρεφομένους ἀπὸ τῶν χρηστῶν, ὡς ἀπὸ τῶν φοβερῶν. Ἐπὶ Σαπφείρας φόβος ἐπέπεσεν ἐπὶ τὴν Ἐκκλησίαν, καὶ οὐκ ἐτόλμων κολλᾶσθαι αὐτοῖς· ἐνταῦθα σουδάρια καὶ σιμικίνθια ἐλάμβανον καὶ ἰῶντο, καὶ μετὰ τοῦτο τότε ἦλθον ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἀπὸ τοῦ ἐφάλλεσθαι δείκνυται τῶν δαιμόνων ἡ δύναμις μεγάλη τις οὖσα, ὅταν πρὸς ἀπίστους ἔχῃ. Καὶ διὰ τί μὴ εἶπε, τίς ἐστιν ὁ Ἰησοῦς, τὸ πνεῦμα τὸ πονηρὸν, ἀλλ' εἶπε μᾶλλον τὰ ἀνόνητα ῥήματα; Ἐφοβεῖτο, μὴ καὶ αὐτὸς δίκην δῷ· ᾔδει γὰρ, ὅτι τὸ συγχωρηθῆναι αὐτῷ ἐκείνους ἀμύνασθαι τοὺς καταπαίζοντας αὐτοῦ τοῦτο τὸ ὄνομα πεποίηκε. ∆ιὰ τί δὲ καὶ οἱ ἄθλιοι μὴ εἶπον αὐτῷ, Πιστεύομεν; Ἐδεδοίκεσαν Παῦλον· καίτοι πόσῳ μᾶλλον λαμπρότεροι ἂν ἦσαν τοῦτο εἰπόντες, εἴ γε ᾠκειώσαντο αὐτοῦ τὴν δεσποτείαν; Ἄλλως τε καὶ τὸ ἐν Φιλίπποις γενόμενον καὶ τούτους ἐσωφρόνισε. Σὺ δέ μοι σκόπει τοῦ συγγραφέως ἐνταῦθα τὸ ἀνεπαχθὲς, καὶ πῶς ἱστορίαν μόνον γράφει, καὶ οὐ διαβάλλει. Τοῦτο τοὺς ἀποστόλους ἐποίει θαυμαστούς. Ἀλλὰ τίνος ἦσαν υἱοὶ, τὸ ὄνομα λέγει καὶ τὸν ἀριθμόν· διδοὺς τοῖς τότε τεκμήριον ἀξιόπιστον ὧν ἔγραφε. Τίνος δὲ ἕνεκεν καὶ περιήρχοντο; Ἐμπορίας χάριν· οὐ γὰρ δὴ τὸν λόγον καταγγέλλοντες· πῶς γάρ; Καλῶς δὲ ἔτρεχον λοιπὸν, κηρύττοντες δι' ὧν ἔπασχον. Ὅθεν τοῦτο δηλῶν, Καὶ ἐγένετο, φησὶ, γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον. Τοῦτο οὐχὶ καὶ τοὺς σκληρυνομένους ἐπιστρέψαι ὤφειλεν, εἰπέ μοι; Ἀλλ' οὐκ ἐπέστρεψε. Καὶ μὴ θαυμάσῃς· τὴν γὰρ κακίαν οὐδὲν πείθει. Φέρε δὲ καὶ αὐτὸ τὸ τῶν ἐξορκιστῶν ἴδωμεν ὅσης ἐστὶ κακίας. Τίνος δὲ ἕνεκεν ἐπὶ τοῦ Χριστοῦ τοῦτο μὴ γέγονεν, ἑτέρου καιροῦ, καὶ οὐ τοῦ παρόντος ζητῆσαι· πλὴν ὅτι καλῶς τοῦτο ἐνταῦθα γέγονε καὶ χρησίμως. Ἐμοὶ δὲ δοκεῖ χλευάζοντας αὐτοὺς τοῦτο ποιεῖν· ὅθεν τιμωροῦνται, ὥστε καὶ ἀπὸ τούτου μηδένα τολμᾷν μηδὲ ὡς ἔτυχε τὸ ὄνομα ὀνομάζειν λοιπόν. Τοῦτο πολλοὺς τῶν πιστευσάντων εἰς ἐξομολόγησιν ἤγαγε· τοῦτο καὶ φόβον αὐτοῖς ἐνέβαλε, καὶ τοῦ πάντα εἰδέναι τὸν Θεὸν μέγιστον τοῦτο τεκμήριον γέγονε. Πρὶν ἢ ὑπὸ τῶν δαιμόνων ἐλεγχθῆναι, ἑαυτῶν κατηγόρουν, φοβούμενοι μὴ τὰ αὐτὰ πάθωσιν· εἰκότως. Ὅταν γὰρ οἱ βοηθοῦντες δαίμονες κατήγοροι αὐτῶν ὦσι, καὶ οὐ σύμμαχοι, ποία λοιπὸν ἐλπὶς, ἢ διὰ τῶν ἔργων ἐξομολόγησις; Ὅρα δὲ οἷα μετὰ μικρὸν γίνεται κακὰ, τοιούτων σημείων γενομένων. Τοιαύτη 60.291 γὰρ ἡ ἀνθρωπίνη φύσις· ταχέως ἐπιλανθάνεται ὧν εὐεργετεῖται. Ἢ οὐ μέμνησθε, ὅτι καὶ ἐπὶ τῶν καθ' ἡμᾶς γενομένων τὸ αὐτὸ τοῦτο γέγονεν; Εἰπὲ γάρ μοι, οὐ πέρυσιν ἐτίναξεν ὁ Θεὸς τὴν πόλιν πᾶσαν; Τί δαί; οὐχὶ πάντες ἐπὶ τὸ φώτισμα ἔδραμον; οὐχὶ πόρνοι καὶ μαλακοὶ καὶ διεφθαρμένοι, οἰκήματα ἀφέντες καὶ τοὺς τόπους ἐν οἷς διέτριβον, μετετέθησαν, καὶ γεγόνασιν εὐλαβεῖς; Ἐπειδὴ δὲ τρεῖς ἡμέραι παρῆλθον, πάλιν ἐπὶ τὴν οἰκείαν ἐπανῆλθον κακίαν. Πόθεν δὲ τοῦτο γίνεται; Ἀπὸ τῆς πολλῆς νωθείας. Καὶ τί θαυμαστὸν, εἰ τῶν πραγμάτων παρελθόντων, ὅπου γε τῶν εἰκόνων διηνεκῶς μενουσῶν τὸ αὐτὸ γίνεται; Τὰ ἐν Σοδόμοις, εἰπέ μοι, οὐχὶ διηνεκῆ τυγχάνει; Τί οὖν; οἱ προσοικοῦντες ἀπὸ τούτων γεγόνασι βελτίους; Οὐδαμῶς. Τί δαὶ ὁ τοῦ Νῶε υἱός; οὐχὶ τοιοῦτος ἦν;