222
οὐχὶ ἐν ὄψεσι βλέπων ἐρημίαν τοσαύτην κακὸς ἦν; Μὴ δὴ θαυμάζωμεν πῶς οὐκ ἐπίστευσαν τούτων γενομένων, ὅπου γε αὐτὴ ἡ πίστις πολλάκις εἰς τοὐναντίον αὐτοῖς περιτρέπεται, εἰς κακίαν· οἷον ὡς ὅταν δαιμονῶντα λέγωσι τὸν Υἱὸν τοῦ Θεοῦ. Ἢ οὐχ ὁρᾶτε καὶ νῦν ταῦτα γινόμενα, καὶ ὀφιώδεις ἀνθρώπους ὄντας πολλοὺς, ἀπίστους τε καὶ ἀγνώμονας, οἳ καὶ κατὰ τὰς ἔχεις, ὅταν ἀπολαύσωσιν εὐεργεσίας, καὶ θαλφθῶσιν ὑπό τινων, τότε λυποῦσι τοὺς εὐεργέτας; Ταῦτα ἡμῖν εἴρηται, ἵνα μή τις θαυμάζῃ πῶς τοιούτων σημείων γενομένων οὐ πάντες ἐπέστρεψαν. γʹ. Ἰδοὺ γὰρ ἐπὶ τῶν καιρῶν τῶν ἡμετέρων τὰ κατὰ τὸν μακάριον Βαβύλαν γέγονε, τὰ κατὰ τὰ Ἱεροσόλυμα, τὰ κατὰ τὴν καθαίρεσιν τῶν ἱερῶν, καὶ οὐ πάντες ἐπέστρεψαν. Τί δεῖ τὰ παλαιὰ λέγειν; Πέρυσιν εἶπον ὑμῖν οἷον γέγονε, καὶ οὐδεὶς προσέσχεν, ἀλλὰ πάλιν κατὰ μικρὸν ὑπεῤῥύησαν καὶ κατέπεσον. Ἕστηκε διηνεκῶς ὁ οὐρανὸς βοῶν, ὅτι δεσπότην ἔχει, καὶ τεχνίτου τινός ἐστι τόδε τὸ πᾶν (τὸν κόσμον λέγω), καὶ λέγουσί τινες, ὅτι οὐχί. Τὰ κατὰ Θεόδωρον ἐκεῖνον γεγενημένα πέρυσι, τίνα οὐκ ἐξέπληξε; Καὶ ὅμως οὐδὲν πλέον γέγονεν, ἀλλὰ πρὸς καιρὸν γενόμενοι εὐλαβεῖς, πάλιν ἐπανῆλθον ὅθεν γεγόνασιν εὐλαβεῖς. Τοῦτο καὶ ἐπὶ τῶν Ἑβραίων τότε συνέβη· διὸ καὶ ἔλεγεν ὁ προφήτης· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ τί δεῖ λέγειν τὰ καθολικά; πόσοι νόσοις περιέπεσον; πόσοι ἐπηγγείλαντο ἀναστάντες πολλὴν τὴν μεταβολὴν ἐργάσασθαι, καὶ πάλιν οἱ αὐτοὶ γεγόνασι; Τοῦτο μάλιστα δείκνυσιν ἡμῖν τὴν προαίρεσιν, καὶ τὴν ἐλευθερίαν τῆς ἡμετέρας φύσεως, ἡ ἀθρόα μεταβολή. Εἰ γὰρ φυσικὰ ἦν τὰ κακὰ, οὐδ' ἂν αὕτη γέγονε· τῶν γὰρ κατὰ φύσιν καὶ ἀνάγκην οὐ δυνάμεθα μεθίστασθαι. Καὶ μὴν μεθιστάμεθα, φησί. Οὐ βλέπομεν γάρ τινας φύσει μὲν ἔχοντας βλέπειν, ὑπὸ τοῦ φόβου δὲ τυφλουμένους; Ἐπειδὴ καὶ τοῦτο φύσεώς ἐστι συστέλλεσθαι, ὅταν φύσις ἑτέρα προσέλθῃ· ὥστε κατὰ φύσιν ἡμῖν ἐστι τὸ πεφοβημένοις μὴ βλέπειν, κατὰ φύσιν δὲ καὶ τὸ, μείζονος παραγενομένου φόβου, τὸν ἕτερον ὑπεξίστασθαι. Τί οὖν, ἂν καὶ ἡ σωφροσύνη, φησὶ, κατὰ μὲν φύσιν ᾖ, ὁ δὲ φόβος κρατήσας ταύτην 60.292 ἐκβάλῃ; Τί οὖν, ἂν δείξω τινὰς μηδὲ τότε σωφρονιζομένους, ἀλλὰ καὶ ἐν τούτοις τοῖς φόβοις ὄντας ἰταμούς, οὐ φυσικὸν τοῦτό ἐστιν. Εἴπω τὰ παλαιά; ἀλλὰ τὰ νέα; Πόσοι δὴ ἐν αὐτοῖς ἐκείνοις τοῖς φόβοις ἐναπέμειναν γελῶντες, χλευάζοντες, καὶ οὐδὲν ἔπαθον τοιοῦτον; Εἰπέ μοι, ὁ Φαραὼ οὐκ εὐθέως μεθίστατο, καὶ ἐπὶ τὴν προτέραν κακίαν ἀνέτρεχε; Ἐνταῦθα δὲ, ἐπὶ τῶν τὰ δαιμόνια ἐχόντων, καίτοι οὐκ ἀγνοούντων αὐτῶν, προσετίθεσαν ἁπλῶς οἱ λέγοντες. Τὸν Ἰησοῦν ὁρκίζομεν ὑμᾶς, ὃν Παῦλος κηρύσσει· δι' ὧν γὰρ ἀπολογοῦνται, δείκνυται, ὅτι ἴσασι. Τὸν Ἰησοῦν δὲ λέγουσιν ἐκεῖνοι ἁπλῶς, δέον εἰπεῖν τὸν τῆς οἰκουμένης Σωτῆρα, τὸν ἀναστάντα· ἀλλ' οὐκ ἤθελον ὁμολογῆσαι τὴν δόξαν αὐτοῦ. ∆ιὸ καὶ ἐλέγχει αὐτοὺς ὁ δαίμων ἐπιπηδήσας αὐτοῖς, καὶ εἰπών· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι. Ὡσεὶ ἔλεγεν· Ὑμεῖς οὐ πιστεύετε,ἀλλ' ἀποκεχρημένοι τῷ ὀνόματι ταῦτά φατε. Οὐκοῦν ἔρημος ὁ ναὸς, εὐκαταγώνιστον τὸ σκεῦος· ὥστε οὐκ ἐστὲ κήρυκες, ἀλλ' ἐμοὶ, φησὶν, ἐστέ. Πολὺς ὁ θυμὸς τοῦ δαίμονος. Ἠδύναντο ταῦτα αὐτοὺς ἐργάσασθαι οἱ ἀπόστολοι, ἀλλ' οὐκ ἐποίουν τέως. Οἱ γὰρ τῶν ἐργαζομένων αὐτοὺς ταῦτα κρατοῦντες, πολλῷ μᾶλλον αὐτῶν. Ὅρα πῶς δείκνυται αὐτῶν ἡ ἐπιείκεια, ὅτι οἱ μὲν ἐλαυνόμενοι τοιαῦτα ποιοῦσιν, οἱ δὲ θεραπευόμενοι δαίμονες τἀναντία. Τὸν Ἰησοῦν, φησὶ, γινώσκω. Οὐκοῦν αἰσχύνθητε οἱ ἀγνοοῦντες ὑμεῖς. Καὶ τὸν Παῦλον ἐπίσταμαι. Καλῶς καὶ τοῦτο· ᾔδει γὰρ Θεοῦ ὄντα κήρυκα. Εἶτα ἐφάλλεται ἐπ' αὐτοὺς, καὶ διαῤῥήγνυσι τὰ ἱμάτια· δι' ὧν ἐποίει αὐτοῖς, τοῦτο μονονουχὶ λέγων· Μὴ νομίσητε, ὅτι καταφρονῶν ἐκείνων ταῦτα ποιῶ. Πολὺς ὁ φόβος τοῦ δαίμονος. Καὶ διὰ τί χωρὶς τῶν ῥημάτων τούτων οὐ διέῤῥηξεν αὐτῶν τὰ ἱμάτια; οὕτω γὰρ ἂν καὶ τὸν θυμὸν ἐπλήρωσε, καὶ τὴν πλάνην ἔστησεν. Ἐφοβεῖτο, ὅπερ ἔφην, τὴν ἀπρόσιτον δύναμιν, καὶ οὐκ ἂν