224
ἐν ὑγείᾳ καὶ πλούτῳ τοῦτο ποιοῦντας, ἢ ἐν πενίᾳ καὶ ἀῤῥωστίᾳ. Ἐφέστηκε γὰρ ὁ δαίμων ὡς δήμιος ὄντως σφοδρὸς ἀπειλῶν πολλὰ, καθάπερ τις παιδαγωγὸς τὸν ἱμάντα ἀνατείνων, καὶ οὐδαμόθεν ἀναχυθῆναι ἀφιείς. Εἰ δέ τινες μηδ' οὕτω νήφοιεν, ἀλλ' οὖν ἐκεῖνοι διδύασι δίκην. Οὐ μικρὸν δὲ καὶ τοῦτο· καθάπερ γὰρ οἱ μωροὶ, καθάπερ οἱ μαινόμενοι, καθάπερ οἱ 60.294 παῖδες οὐκ ἀπαιτοῦνται εὐθύνας, οὕτως οὐδὲ οὗτοι· τῶν γὰρ οὐκ ἐν γνώσει πραττομένων οὐδεὶς οὕτως ὠμὸς, ὥστε ἀπαιτῆσαι δίκην ποτέ. Ἄρα πολλῷ τῶν δαιμονώντων χεῖρον διακείμεθα οἱ ἁμαρτάνοντες. Ἀλλ' ὅτι οὐκ ἀφρίζομεν, οὐδὲ διαστρέφομεν τὰς κόρας, οὐδὲ τὰς χεῖρας; Εἴθε ἐν τῷ σώματι τοῦτο ἐπράττομεν, καὶ μὴ ἐν τῇ ψυχῇ. Βούλει σοι δείξω ψυχὴν ἀφρίζουσαν ἀκάθαρτον, καὶ διαστροφὴν ὀμμάτων διανοίας; Ἐννόησον τοὺς ὀργιζομένους καὶ μεθύοντας ὑπὸ τοῦ θυμοῦ, πόσου ἀφροῦ οὐκ ἀκαθαρτότερα ἐκβάλλουσι ῥήματα; Ὄντως ὥσπερ δυσώδη σίελον ἀποβλύζουσι. Καὶ καθάπερ ἐκεῖνοι οὐδένα ἴσασι τῶν παρόντων, οὕτως οὐδὲ οὗτοι. Σκοτισθείσης γὰρ αὐτοῖς τῆς διανοίας καὶ διαστραφέντων τῶν ὀφθαλμῶν, οὐ φίλον, οὐκ ἐχθρὸν, οὐκ αἰδέσιμον, οὐκ εὐκαταφρόνητον, ἀλλὰ πάντας ἁπλῶς ὁρῶσιν. Οὐχ ὁρᾷς αὐτοὺς καὶ τρέμοντας καθάπερ ἐκείνους; Ἀλλ' οὐ πίπτουσι χαμαί; Ἀλλὰ ἡ ψυχὴ αὐτῶν χαμαὶ κεῖται καὶ πίπτει σπαίρουσα· εἰ γὰρ ὀρθὴ εἱστήκει, οὐκ ἂν ἔπαθεν ἐκεῖνα ἅπερ ἔπαθεν. Ἢ οὐ δοκεῖ σοι καταβεβλημένης εἶναι ψυχῆς, καὶ τὴν οἰκείαν νῆψιν ἀπολωλεκυίας, καὶ ἃ ποιοῦσι καὶ λέγουσι μεθύοντες τῷ θυμῷ; Ἔστι τι καὶ ἕτερον μανίας εἶδος τούτου χαλεπώτερον. Ποῖον δὴ τοῦτο; Ὅταν μηδὲ ἀφεῖναι τὴν ὀργὴν ἀνέχωνται, ἀλλὰ τρέφωσι παρ' ἑαυτοῖς οἰκειακὸν καθάπερ τινὰ δήμιον τὴν μνησικακίαν. Αὐτοὺς γὰρ πρώτους ἀπόλλυσι τὸ μνησικακεῖν ἐντεῦθεν ἤδη, ἵνα τὰ μέλλοντα παρῶ. Πόσην γὰρ οἴει βάσανον εἶναι ἀνθρώπῳ πεπληγμένῳ τὴν ψυχὴν, καθ' ἑκάστην ἡμέραν σκοποῦντι ὅπως ἀμύνηται τὸν ἐχθρόν; Πρότερον ἑαυτὸν κολάζει ὁ τοιοῦτος, καὶ τιμωρεῖται οἰδαίνων, πρὸς ἑαυτὸν μαχόμενος, ἐμπυριζόμενος. Ἀνάγκη γὰρ διαπαντὸς καίεσθαι παρὰ σοὶ τὸ πῦρ· καὶ τὸν πυρετὸν ἐπὶ τοσοῦτον ἐκτείνων, οὐκ ἀφίης παρακμάσαι, καὶ νομίζεις ἐκείνῳ διδόναι τι κακὸν, αὐτὸς δὲ σεαυτὸν τήκεις, διαπαντὸς τὴν φλόγα ἀκμάζουσαν φέρων, καὶ διαναπαύσασθαι τὴν ψυχὴν οὐκ ἐῶν, ἀλλ' ἐκθηριούμενος ἀεὶ, καὶ ἐν ταραχῇ καὶ ἐν χειμῶνι τὸν λογισμὸν ἔχων. εʹ. Τί ταύτης χαλεπώτερον τῆς μανίας, διαπαντὸς λυπεῖσθαι καὶ οἰδεῖν καὶ φλεγμαίνειν; Τοιαῦται γὰρ αἱ τῶν μνησικάκων ψυχαί· ἔνθα ἂν ἴδωσιν ὃν βούλονται ἀμύνασθαι, εὐθέως ἐπλήγησαν· ἂν φωνῆς ἀκούσωσι, κατέπεσον, τρέμουσιν· ἂν ἐπὶ κλίνης ὦσι, μυρίας ἑαυτοῖς ὑπογράφουσι τιμωρίας, ἀναρτῶντες, βασανίζοντες ἐκεῖνον τὸν ἐχθρόν· πρὸς δὲ τούτοις, ἂν καὶ εὐδοκιμοῦντα ἴδωσι, βαβαὶ τῆς τιμωρίας! Ἄφες αὐτῷ τὸ ἁμάρτημα, καὶ ἀπάλλαξον σαυτὸν τῆς βασάνου. Τί μένεις διαπαντὸς κολαζόμενος, ἵνα ἐκεῖνον ἅπαξ κολάσῃς καὶ τιμωρήσῃ; τί κατασκευάζεις ἑκτικὸν σαυτῷ νόσημα; τί βουλόμενον ἀπαλλαγῆναί σου τὸν θυμὸν κατέχεις; Μηδὲ μέχρις ἑσπέρας μενέτω, φησὶν ὁ Παῦλος. Καθάπερ γὰρ τηκεδών τις καὶ σὴς, οὕτω τὴν ῥίζαν τῆς ἡμετέρας διατρώγει διανοίας. Τί θηρίον ἐναποκλείεις εἰς τὰ σπλάγχνα τὰ σά; Βέλτιον ὄφιν ἢ ἔχιν ἐγκεῖσθαι τῇ καρδίᾳ, ἢ θυμὸν καὶ μνησικακίαν· ἐκεῖνα μὲν γὰρ εὐθέως ἂν ἡμᾶς ἀπήλλαξεν, οὗτος δὲ μένει διαπαντὸς, τοὺς ὀδόντας ἐμπηγνὺς, τὸν ἰὸν ἐντιθεὶς, τοὺς χαλεποὺς ἐπιστρατεύων λογισμούς. Ἀλλὰ ταῦτα ποιῶ, φησὶν, ἵνα μὴ καταγελάσῃ, ἵνα μὴ καταφρονήσῃ. Ἄθλιε ἄνθρωπε καὶ ταλαίπωρε, οὐ βούλει καταγελασθῆναι παρὰ τοῦ συνδούλου, ἀλλὰ μισηθῆναι παρὰ τοῦ σοῦ ∆ε 60.295 σπότου; οὐ βούλει καταφρονηθῆναι παρὰ τοῦ ὁμοδούλου, ἀλλὰ καταφρονεῖς τοῦ ∆εσπότου; καταφρονηθῆναι παρ' αὐτοῦ οὐκ ἀνέχῃ, τὸν δὲ Θεὸν ἀγανακτεῖν οὐκ οἴει, ὅτι αὐτοῦ καταγελᾷς, ὅτι αὐτοῦ καταφρονεῖς, οὐ βουλόμενος αὐτῷ πείθεσθαι; Ὅτι δὲ οὐδὲ καταγελάσεταί σου, δῆλον ἐκεῖθεν. Ἂν μὲν οὖν ἐπεξέλθῃς, πολὺς ὁ γέλως, πολλὴ ἡ καταφρόνησις· μικροψυχίας γὰρ τὸ πρᾶγμα· ἂν δὲ ἀφῇς, πολὺ τὸ θαῦμα·