1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

225

μεγαλοψυχίας γὰρ τοῦτο. Ἀλλ' ἐκεῖνος οὐκ οἶδε, φησίν. Ἴστω ὁ Θεὸς, ἵνα μείζονα ἔχῃς τὸν μισθόν. ∆ανείζετε γὰρ, φησὶ, παρ' ὧν οὐκ ἐλπίζετε ἀπολαβεῖν. Οὕτω καὶ εὐεργετῶμεν τοὺς μηδὲ αἰσθανομένους, ὅτι εὐεργετοῦνται, ἵνα μὴ ἀντιδιδόντες ἡμῖν τὸν ἔπαινον, ἢ ὅ τι δήποτε, ἐλαττώσωσιν ἡμῖν τὸν μισθόν. Ὅταν γὰρ μηδὲν παρὰ ἀνθρώπων λάβωμεν, τότε μείζονα παρὰ τοῦ Θεοῦ ληψόμεθα. Τί δὲ καταγελαστότερον, τί δὲ ψυχρότερον ψυχῆς ὀργιζομένης διαπαντὸς, καὶ βουλομένης ἐπεξελθεῖν; Γυναικώδης αὕτη ἡ προαίρεσις καὶ παιδική. Καθάπερ γὰρ ἐκείνη καὶ πρὸς τὰ ἄψυχα ὀργίζεται, κἂν μὴ πλήξῃ τὸ ἔδαφος, οὐκ ἀφίησι τὴν ὀργήν· οὕτω δὴ καὶ οὗτοι τοὺς λυπήσαντας ἀμύνασθαι βούλονται. Ἄρα αὐτοὶ γέλωτος ἄξιοι· τὸ γὰρ ὑπὸ θυμοῦ κρατεῖσθαι, παιδικῆς διανοίας· τὸ δὲ κρατεῖν, ἀνδρειότητος. Ἄρα οὐχ ἡμεῖς καταγελώμεθα, ὅταν φιλοσοφῶμεν, ἀλλ' ἐκεῖνοι. Οὐκ ἔστι τοῦτο εὐκαταφρονήτων ἀνθρώπων, τὸ μὴ ἡττᾶσθαι πάθει· εὐκαταφρονήτων δέ ἐστι τὸ οὕτω τρέμειν τὸν ἔξωθεν γέλωτα, ὡς διὰ τοῦτον αἱρεῖσθαι καὶ πάθει ὑποπίπτειν οἰκείῳ, καὶ Θεῷ προσκρούειν, καὶ ἑαυτὸν ἀμύνασθαι. Ταῦτα ὄντως γέλωτος ἄξια. Οὐκοῦν ταῦτα φεύγωμεν· λεγέτω, ὅτι μυρία ἡμᾶς ἐργασάμενος κακὰ, οὐδὲν αὐτὸς ἔπαθε· λεγέτω, ὅτι καὶ πάλιν ἡμῖν εἰ ἐπικωμάσειεν, οὐδὲν πείσεται. Οὐκ ἂν ἑτέρως ἡμῶν ἐκήρυξε τὴν ἀρετὴν, οὐκ ἂν ἄλλα ἐζήτησε ῥήματα, εἰ ἐπαινέσαι ἡμᾶς ἐβούλετο, ἀλλ' ἢ ταῦτα, ἃ δοκεῖ κακίζων λέγειν. Εἴθε πάντες περὶ ἐμοῦ ταῦτα ἔλεγον, ὅτι Ψυχρὸς ἄνθρωπος, καὶ ταλαίπωρός ἐστι· πάντες εἰς αὐτὸν ὑβρίζουσιν, αὐτὸς δὲ φέρει· πάντες ἐνάλλονται, αὐτὸς δὲ οὐκ ἀμύνεται. Εἴθε προσετίθεσαν, ὅτι Οὐδὲ ἐὰν θέλῃ δύναται, ἵνα μοι ἔπαινος ἦν ἐκ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἀνθρώπων. Λεγέτω, ὅτι παρὰ ψυχρότητα οὐκ ἀμυνόμεθα. Οὐδὲν ἡμᾶς βλάπτει τοῦτο, ὅταν ὁ Θεὸς εἰδῇ, ἀλλ' ἐν μείζονι καθίστησιν ἡμῶν τὸν θησαυρὸν φυλακῇ. Εἰ μέλλοιμεν πρὸς ἐκείνους ὁρᾷν, πάντων ἀποπεσούμεθα. Μὴ τί λέγουσιν, ἀλλὰ 60.296 τί ἡμῖν πρέπει, ἴδωμεν. Οἱ δὲ, Μὴ γάρ μου καταγελάσῃ, φασὶ, καὶ καυχῶνταί τινες. Ὢ τῆς ἀνοίας! Οὐδείς με ἀδικήσας κατεγέλασέ μου, φησί· τουτέστιν, Ἐπεξῆλθον. Καὶ μὴν τούτῳ καταγελᾶσθαι ὀφείλεις, ὅτι ἐπεξῆλθες. Πόθεν ταῦτα τὰ ῥήματα ἐπεισῆλθεν, αἰσχύνη καὶ ὄλεθρος ὄντα, καὶ ἀνατροπὴ τῆς ζωῆς τῆς ἡμετέρας, καὶ τῆς πολιτείας; ἆρα οὐκ ἀπὸ τοῦ ἀπεναντίας τῷ Θεῷ φθέγγεσθαι; Ὃ γὰρ ποιεῖ Θεοῦ ἴσον, τὸ μὴ ἀμύνασθαι, τοῦτο γέλωτα νομίζεις. Οὐ διὰ ταῦτα γελᾶσθαί ἐσμεν ἄξιοι καὶ παρ' ἡμῶν αὐτῶν, καὶ παρ' Ἑλλήνων, οὕτως ἀντιφθεγγόμενοι τῷ Θεῷ; Βούλομαί τι διηγήσασθαι γενόμενον ἐπὶ τῶν παλαιῶν, οὐ περὶ ὀργῆς, ἀλλὰ περὶ χρημάτων· Ἦν τινι χωρίον θησαυρὸν ἔχον ἐγκεκρυμμένον οὐκ εἰδότος τοῦ δεσπότου· τοῦτο ἐκεῖνος τὸ χωρίον ἀπέδοτο. Ὁ πριάμενος διασκάπτων ὥστε φυτεῦσαι καὶ ἐπιμελήσασθαι, εὗρε τὸν θησαυρὸν ἐναποκείμενον. Μαθὼν ὁ ἀποδόμενος τοῦτο, ἐλθὼν ἐβιάζετο τὸν ἠγορακότα ἀπολαβεῖν τὸν θησαυρόν· χωρίον γὰρ ἔλεγε πεπρακέναι, οὐ θησαυρόν. Πάλιν ἐκεῖνος διωθεῖτο αὐτὸν, λέγων, τὸ χωρίον ἠγορακέναι μετὰ τοῦ θησαυροῦ, καὶ οὐδένα λόγον ποιεῖν ὑπὲρ τούτου. Εἰς ἀμφισβήτησιν κατέστησαν ἀμφότεροι, ὁ μὲν λαβεῖν βουλόμενος, ὁ δὲ φιλονεικῶν μὴ δοῦναι. Καὶ ἐπιτυχόντες ἀνθρώπου τινὸς διελέγοντο· εἶτα ἠρώτων αὐτὸν, τίνι δεῖ προσγενέσθαι τὸν θησαυρόν. Ὁ δὲ οὐκ ἀπεφήνατο, ἔφη δὲ καταλῦσαι αὐτῶν τὴν ἀμφισβήτησιν· αὐτὸς γὰρ ἔσεσθαι κύριος. Καὶ λαβὼν τὸν θησαυρὸν ἑκόντων παραχωρησάντων ἐκείνων, μυρία ὕστερον ὑπέστη κακὰ, καὶ ἔργῳ ἐμάνθανεν, ὅτι εἰκότως ἐκεῖνοι τούτου ἀπέστησαν. Τοῦτο καὶ περὶ τῆς ὀργῆς δεῖ γενέσθαι, καὶ ἡμᾶς φιλονεικεῖν μὴ ἀμύνασθαι, καὶ τοὺς λελυπηκότας φιλονεικεῖν δοῦναι δίκην. Ἀλλὰ τάχα ταῦτα καὶ γέλως τις εἶναι δοκεῖ· ὅταν γὰρ ἐπιπλέον ἡ μανία κατάσχῃ, οἱ σωφρονοῦντες γελῶνται, καὶ ἐν πολλοῖς μαινομένοις ὁ μὴ μαινόμενος δοκεῖ μαίνεσθαι. ∆ιὸ παρακαλῶ ἀνενεγκεῖν, καὶ ἡμῶν αὐτῶν γενέσθαι, ἵνα δυνηθῶμεν τοῦ ὀλεθρίου τούτου πάθους καθαρεύοντες, τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ