226
Παιδὸς, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.295 ΟΜΙΛΙΑ ΜΒʹ. Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι,
διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακο νούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
αʹ. Ἱκανῶς ἐνδιατρίψας τῇ πόλει βούλεται μεταστῆναι πάλιν. ∆ιὸ καὶ πέμπει
τὸν Τιμόθεον καὶ τὸν Ἔραστον εἰς Μακεδονίαν, αὐτὸς δὲ μένει εἰς Ἔφεσον. Πῶς δὲ ἐξ ἀρχῆς ἑλόμενος εἰς Συρίαν ἀπελθεῖν, πάλιν εἰς Μακεδονίαν ὑποστρέφει; ∆εικνὺς, ὅτι πάντα οὐκ οἰκείᾳ δυνάμει ἔπραττεν. Ἤδη προφητεύει λέγων, ∆εῖ με καὶ Ῥώμην ἰδεῖν. Τοῦτο δὲ εἶπεν, ἴσως παραμυθούμενος 60.296 αὐτοὺς, ὡς οὐκ ἀπομένων, ἀλλ' ὡς πάλιν ἐγγυτέρω γινόμενος αὐτῶν, καὶ διανιστῶν τὰς ψυχὰς τῶν μαθητῶν τῇ προφητείᾳ. Ἐντεῦθέν μοι δοκεῖ γράφειν Κορινθίοις ἀπὸ Ἐφέσου, καὶ λέγειν, ὅτι Οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Ἐπειδὴ γὰρ ἐπηγγέλλετο εἰς Κόρινθον ἀπελθεῖν, ἀπολογεῖται ἅτε βραδύνας, καὶ λέγει τὸν πειρασμὸν λοιπὸν, τὰ κατὰ ∆ημήτριον διηγούμενος. Τοῦτον γὰρ αἰνίττεται, τάραχον οὐκ ὀλίγον εἰπὼν περὶ τῆς ὁδοῦ γεγενῆσθαι. Πάλιν κίνδυνος, πάλιν τάραχος. Ὁρᾷς τὴν εὐδοκίμησιν; Ἐγένετο σημεῖα διπλᾶ· οἱ δὲ ἀντέλεγον. Οὕτω διὰ πάντων ὑφαίνεται τὰ πράγματα. ∆ημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην. Οὓς καὶ συναθροίσας, καὶ ἐπισυναγαγὼν τοὺς 60.297 περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· Ἄνδρες, ἐπίστασθε, ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστι· καὶ θεωρεῖτε καὶ ἀκούετε, ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ καὶ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ὄχλον ἱκανὸν, λέγων, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν ἀνθρώπων γινόμενοι. Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ἱερὸν Ἀρτέμιδος εἰς οὐδὲν λογισθῆναι, μέλλειν δὲ καὶ καθαιρεῖσθαι τὴν μεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. Ποιῶν, φησὶ, ναοὺς ἀργυροῦς Ἀρτέμιδος. Καὶ πῶς ἔνι ναοὺς ἀργυροῦς γενέσθαι; Ἴσως ὡς κιβώρια μικρά· πολλὴ γὰρ ταύτης ἦν ἡ τιμὴ ἐν Ἐφέσῳ, ὅπου καὶ τὸ ἱερὸν αὐτῶν ἐμπρησθὲν οὕτως ἐλύπησεν αὐτοὺς, ὡς τὸν ἐμπρήσαντα κελεύειν μηδὲ ὀνόματι λέγεσθαι. Ὅρα πανταχοῦ τὴν εἰδωλολατρείαν ἀπὸ χρημάτων γινομένην. Κἀκεῖνοι διὰ χρήματα, καὶ οὗτος διὰ χρήματα· οὐχ ὡς τῆς εὐσεβείας κινδυνευούσης αὐτοῖς, ἀλλ' ὡς τοῦ πορισμοῦ τὴν ὑπόθεσιν οὐκ ἔχοντος. Καὶ σκόπει κακίαν ἀνδρός· Εὔπορος ἦν αὐτὸς, καὶ αὐτῷ μὲν οὐ τοσαύτη ἔμελλε βλάβη γενέσθαι ἐκ τούτου· ἐκείνοις δὲ ἦν πολλὴ, ἅτε πένησιν οὖσι καὶ ἀπὸ τῆς καθ' ἡμέραν ἐργασίας τρεφομένοις. Καὶ ὅμως οὗτοι μὲν οὐδὲν λέγουσιν, αὐτὸς δέ· κοινωνοὺς δὲ ὄντας αὐτοὺς τῆς τέχνης, κοινωνοὺς λαμβάνει καὶ τοῦ θορύβου. Εἶτα καὶ τὸν κίνδυνον ηὔξησεν, ἐπαγαγὼν, ὅτι Κινδυνεύει ἡμῖν τοῦτο τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν. Τοῦτο γὰρ σχεδὸν διὰ τούτου δηλοῖ, ὅτι ἀπὸ τῆς τέχνης ταύτης κινδυνεύομεν εἰς λιμὸν ἐμπεσεῖν. Καίτοι τὰ εἰρημένα ἱκανὰ εἰς εὐσέβειαν αὐτοὺς ἀγαγεῖν· ἀλλὰ ταλαίπωροί τινες ὄντες καὶ ψυχροὶ, ἐπισυνίστανται μᾶλλον, καὶ οὐκ ἐννοοῦσιν, ὅτι Εἰ ὁ ἄνθρωπος οὗτος τοσαῦτα ἰσχύει ὡς μεταστῆσαι πάντας, καὶ κινδυνεύει τὰ τῶν θεῶν, ἡλίκος ὁ τούτου Θεός! καὶ ὅτι Πολλῷ μᾶλλον ἐκεῖνα ἡμῖν δώσει, ὑπὲρ ὧν φοβούμεθα. Ἤδη προκατέλαβεν αὐτῶν τὰς ψυχὰς, λέγων, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ χειρῶν ἀνθρώπων γινόμενοι. Ὅρα ὑπὲρ τίνος ἀγανακτοῦσιν Ἕλληνες· ἐπειδὴ εἶπεν,