227
ὅτι Οἱ ὑπὸ ἀνθρώπων γινόμενοι, οὐκ εἰσὶ θεοί. Πανταχοῦ εἰς τὴν τέχνην ὠθεῖ τὸν λόγον. Εἶτα τὸ μάλιστα αὐτοὺς λυπῆσαν ὕστερον τίθησι, λέγων· Οὐ μόνον δὲ τοῦτο τὸ μέρος κινδυνεύει· τουτέστι, Τῶν μὲν ἄλλων οὐδεὶς λόγος, ἀλλ' ὅτι καὶ τὸ τῆς μεγάλης θεᾶς ἱερὸν Ἀρτέμιδος κινδυνεύει καθαιρεῖσθαι. Εἶτα ἵνα μὴ δόξῃ χρηματισμοῦ ἕνεκεν λέγειν ταῦτα, ὅρα τί προστίθησιν· Ἣν ἡ οἰκουμένη σέβεται. Ὁρᾷς πῶς ἔδειξε μείζω τὴν τοῦ Παύλου δύναμιν, πάντας ἀθλίους καὶ ταλαιπώρους αὐτοὺς ἀποφαίνων, εἴ γε ἄνθρωπος ἐλαυνόμενος καὶ σκηνοποιὸς τοσαῦτα δύναται; Ὅρα παρ' ἐχθρῶν τὰς μαρτυρίας τοῖς ἀποστόλοις γινομένας. Ἐκεῖ μὲν ἔλεγον, Ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· ἐνταῦθα, ὅτι Μέλλει καθαιρεῖσθαι τῆς Ἀρτέμιδος ἡ μεγαλειότης· τότε, Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες ἤκουον, ὅτι Οὗτοι καὶ ἐνθάδε πάρεισι· νῦν, ὅτι Κινδυνεύει ἡμῖν τοῦτο τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν. Οὕτω καὶ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ ἔλεγον· Ὁρᾶτε,ὅτι ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν τὴν πόλιν. Ἀκούσαντες δὲ ταῦτα ἐπλήσθησαν θυμοῦ. Πότε ὁ θυμὸς γέγονεν; Ὅτε περὶ τῆς Ἀρτέμιδος ἤκουσαν, ὅτε περὶ τοῦ πορισμοῦ. Τοιαῦτα γὰρ τὰ τῶν ἀγοραίων ἤθη, ἀπὸ τοῦ τυχόντος συναρπάζεσθαι καὶ ἐκκαίεσθαι. ∆ιὰ ταῦτα μετ' ἐξετάσεως δεῖ ποιεῖν πάντα. Ὅρα δὲ πῶς καὶ 60.298 ἦσαν εὐκαταφρόνητοι, ὡς πᾶσι προκεῖσθαι. Ἀκούσαντες δὲ, καὶ γενόμενοι πλήρεις θυμοῦ, φησὶν, ἔκραζον λέγοντες· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων! Καὶ ἐπλήσθη ἡ πόλις ὅλη τῆς συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον. Συναρπάσαντες δὲ Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου, εἵλκυσαν αὐτούς. βʹ. Ἁπλῶς πάλιν ἐπίασιν ὡς ἐπὶ Ἰάσονος Ἰουδαῖοι, καὶπανταχοῦ αὐτοῖς πρόκεινται· οὕτως οὐδὲν εἶχον κόμπου γέμον οὐδὲ δόξης. Τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. Τινὲς δὲ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. Παρακαλοῦσιν, ὅτι ἄτακτος ἦσαν δῆμος ἀλογίστῳ ῥύμῃ πάντα τολμῶντες. Καὶ ὁ Παῦλος πείθεται· οὐ γὰρ ἦν κενόδοξος, οὐδὲ φιλότιμος. Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη. Τοιοῦτον γὰρ τὸ πλῆθος· ἁπλῶς ἕπεται καθάπερ πῦρ εἰς ὕλην ἐμπεσόν. Καὶ οἱ πλείους οὐκ ᾔδεισαν, τίνος ἕνεκεν συνεληλύθεισαν. Ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων. Προεβάλοντο Ἰουδαῖοι οἰκονομικῶς, ἵνα μηδὲν ἔχωσιν ὕστερον ἀντιλέγειν. Οὗτος καὶ προβάλλεται, καὶ φθέγγεται, καὶ τί, ἄκουε· Ὁ δὲ Ἀλέξανδρος κατασείσας τῇ χειρὶ, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. Ἐπιγνόντες δὲ, ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. Παιδικὴ ὄντως ἡ διάνοια· καθάπερ φοβούμενοι, μὴ σβεσθῇ τὸ σέβας αὐτῶν, συνεχῶς ἐβόων. ∆ύο ἔτη ἐκάθισεν ἐκεῖ, καὶ ὅρα πόσοι ἔτι Ἕλληνες ἦσαν. Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον, φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ ∆ιοπετοῦς; Τούτῳ πρώτῳ τὸν θυμὸν αὐτῶν ἔσβεσε. Καὶ τοῦ διοπετοῦς. Τοῦτο λέγει, ὡς οὐκ ὄντος δήλου τοῦ πράγματος. Ἱερὸν δὲ ἕτερον οὕτω ἐκαλεῖτο ∆ιοπετές· ἤτοι τὸ εἴδωλον τοίνυν τῆς Ἀρτέμιδος ∆ιοπετὲς ἔλεγον, ὡς ἐκ τοῦ ∆ιὸς τὸ ὄστρακον ἐκεῖνο πεπτωκὸς, καὶ οὐχ ὑπὸ ἀνθρώπου γενόμενον· ἢ ἕτερον ἄγαλμα παρ' αὐτοῖς οὕτως ἐλέγετο. Ἀναντιῤῥήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν. Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους, οὔτε βλασφημοῦντας τὴν θεὰν ὑμῶν. Ἄρα τὸ πᾶν ψεῦδος· ταῦτα δὲ πρὸς τὸν δῆμον, ὥστε κἀκείνους ἐπιεικεστέρους γενέσθαι, φησίν. Εἰ μὲν οὖν ∆ημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. Εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ [οὐ] δυνησόμεθα