228
ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης. Καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν. Ἔννομον ἐκκλησίαν, φησὶ, διότι τρεῖς ἐκκλησίαι ἐγίνοντο κατὰ νόμον καθ' ἕκαστον μῆνα· αὕτη δὲ ἦν παράνομος. Εἶτα καὶ ἐφόβησεν αὐτοὺς εἰπών· Κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ὡς δὲ ἐπληρώθη ταῦτα, φησὶν, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ 60.299 Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱεροσόλυμα. Οὐκ ἔτι ἀνθρωπίνως ἐνταῦθα ποιεῖ, ἀλλὰ Πνεύματι, ᾧ καὶ προείλετο διελθεῖν. Τοῦτο γάρ ἐστι τὸ, Ἔθετο, καὶ τοιαύτην ὁ λόγος ἔννοιαν ἔχει. Τίνος δὲ ἕνεκεν ἀποστέλλει Τιμόθεον καὶ Ἔραστον, οὐ λέγει· ἐμοὶ δὲ δοκεῖ καὶ περὶ τούτου εἰπεῖν τὸ, Ἐν Πνεύματι. ∆ιὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι. Καὶ ὅρα, δύο τῶν διακονούντων αὐτῷ ἀπέστειλε, τήν τε παρουσίαν ἀπαγγεῖλαι καὶ προθυμοτέρους ποιῆσαι. Μάλιστα πάντων τῇ Ἀσίᾳ ἐνδιατρίβει· εἰκότως· ἐκεῖ γὰρ ἦν ἡ πολλὴ φατρία τῶν φιλοσόφων. Καὶ ἐλθὼν, πάλιν αὐτοῖς διελέγετο· καὶ γὰρ πολλὴ ἦν ἐκεῖ ἡ δεισιδαιμονία. ∆ημήτριος γάρ τις, φησὶν, ἀργυροκόπος, συναθροίσας τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· Ἄνδρες, ἐπίστασθε καὶ θεωρεῖτε καὶ ἀκούετε· οὕτω κατάδηλον ἦν τὸ γινόμενον· Ὅτι οὗτος, φησὶν, ὁ Παῦλος πείσας μετέστησεν ἱκανὸν ὄχλον. Ὥστε οὐ βιαίως, εἰ ἔπεισεν· οὕτω δεῖ πείθειν πόλιν. Εἶτα ἐπάγει ὅπερ αὐτῶν καθήπτετο, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. Τί ἐστι τοῦτο; Ἀνατρέπει, φησὶ, τὴν τέχνην τὴν ἡμετέραν. Καὶ ἵνα μὴ ἐννοήσωσι, καὶ εἴπωσιν, ὅτι μόνος ἄνθρωπος τοιαῦτα ἰσχύει, καὶ εἰ τοσοῦτον ἰσχύει, αὐτῷ δεῖ πείθεσθαι, ἐπήγαγεν· Ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. Τὴν φωνὴν αὐτῶν ᾤοντο ἐπιτειχίζειν τῷ Πνεύματι τῷ θείῳ, ὄντες παῖδες Ἕλληνες. Ἐκ ταύτης τῆς ἐργασίας, φησὶν, ἡ εὐπορία ἡμῶν ἐστι. Καὶ εἰ ἀπὸ ταύτης τῆς ἐργασίας εὐπορία ὑμῖν περιγίνεται, πῶς ἔπεισεν ἄνθρωπος εὐτελής; πῶς τοσαύτης ἐκράτησε συνηθείας; τί ποιῶν ἢ τί λέγων; Οὐκ ἔστι Παύλου, οὐκ ἔστιν ἀνδρός. Καὶ τοῦτο ἀρκεῖ τὸ εἰπεῖν, ὅτι Οὐκ εἰσὶ θεοί. Εἰ μὲν οὖν οὕτως εὐφώρατον τὸ τῆς ἀσεβείας, πάλαι καταγνωσθῆναι ἔδει· εἰ δὲ ἰσχυρὸν, οὐχ οὕτως ἀναιρεθῆναι ταχέως. Οὐ μόνον δὲ, φησὶ, τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος. Ὡς δή τί ποτε μεῖζον λέγων, τοῦτο ἐπήγαγεν. Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. Κατὰ πόλιν γὰρ αὐτοῖς ἦσαν θεοί. Καὶ οὕτω διέκειντο, ὡς διὰ τῆς φωνῆς ἀνακτώμενοι τὸ σέβας αὐτῆς, καὶ τὰ γεγενημένα ἀναλύοντες. γʹ. Ὅρα ἄτακτον πλῆθος. Τοῦ δὲ Παύλου, φησὶ, βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. Ὁ μὲν οὖν Παῦλος ἐβούλετο εἰσελθεῖν δημηγορῆσαι· τοὺς γὰρ διωγμοὺς ἐλάμβανεν εἰς διδασκαλίαν· ἀλλ' οἱ μαθηταὶ οὐκ εἴων αὐτόν. Σκόπει, πόσῃ περὶ αὐτὸν προνοίᾳ κέχρηνται πανταχοῦ. Καὶ ἐξ ἀρχῆς αὐτὸν ἐξήγαγον, ὥστε μὴ περὶ τὰ καίρια λαβεῖν τὴν πληγήν· καίτοι γε ἤκουσαν, ὅτι δεῖ καὶ Ῥώμην ἰδεῖν· ὅμως κωλύουσιν. Οἰκονομικῶς δὲ προαγορεύει, ἵνα μὴ τῷ γενομένῳ θορυβηθῶσιν. Οὕτως οὐδὲ πάσχειν τι αὐτὸν ἐβούλοντο. Καὶ τῶν ἀσιαρχῶν δέ τινες παρεκάλουν αὐτὸν, φησὶ, μὴ εἰσελθεῖν εἰς τὸ θέατρον. Εἰδότες αὐτοῦ τὴν προθυμίαν, παρεκάλουν· οὕτω πάντες αὐτὸν ἐφίλουν οἱ πιστοί. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ Ἀλέξανδρος ἐβούλετο ἀπολογεῖσθαι; μὴ γὰρ αὐτὸς ἐνεκλήθη; Ὥστε καιρὸν εὑρεῖν, καὶ τὸ πᾶν καταστρέψαι καὶ ἐκκαῦσαι τοῦ δήμου τὸν θυμόν. Εἶδες θυμὸν ἄτακτον; Καλῶς καὶ ἐπιτιμητικῶς ὁ γραμματεὺς, Τίς ἔστι, φησὶν, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν; Οὕτως εἰπὼν περὶ οὗ ἐφοβοῦντο· ὡσεὶ ἔλεγεν· Οὐ θεραπεύετε αὐτήν; Καὶ οὐκ εἶπε, Τίς γάρ ἐστιν, ὃς οὐ γινώσκει τὴν Ἄρτεμιν; ἀλλὰ, Τὴν πόλιν τὴν ἡμετέραν· θεραπεύων αὐτούς. Ἀναντιῤῥήτων οὖν τούτων ὄντων, 60.300 δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν. Ταῦτα δῆθεν ἐγκαλεῖ, μονονουχὶ λέγων· Τί τοίνυν ζητεῖτε ὡς ἀδήλων ὄντων; φανερὸν, ὡς ἡ ὕβρις εἰς τὴν θεὸν διαβαίνει. Πρόσχημα τὴν εὐσέβειαν ἐβούλοντο ποιεῖν τοῦ χρηματισμοῦ. Εἶτα ἠρέμα καθάπτεται αὐτῶν, δεικνὺς, ὅτι ἀλογίστως συνῆλθον. Καὶ μηδὲν, φησὶ, προπετὲς πράττειν. ∆εικνὺς, ὅτι προπετῶς