233
ἀριθμὸν ἑπτὰ ἐν αὐτῇ ποιοῦσι; Μεγάλη ἴσως ἦν κατὰ τοὺς πιστούς. Καὶ ἡμέρας δὲ διατρίψας 60.305 ἑπτὰ, τῇ ἐπιούσῃ τὴν νύκτα ἀνάλωσεν εἰς τὴν διδασκαλίαν· οὕτω δυσαποσπάστως καὶ αὐτὸς αὐτῶν εἶχε, καὶ αὐτοὶ αὐτοῦ. Συνηγμένων δὲ, φησὶν, ἡμῶν κλάσαι ἄρτον. Πρὸς αὐτὸν τὸν καιρὸν, ᾧ ἐνεδείκνυτο πεινῇν (καὶ οὐκ ἦν ἄκαιρον), ἀρχὴν ὁ λόγος λαβὼν παρετάθη· ὥστε οὐ προηγουμένως εἰς διδασκαλίαν καθήκειν, ἀλλὰ συνῆλθον μὲν κλάσαι ἄρτον, ἐμπεσόντος δὲ λόγου, παρέτεινε τὴν διδασκαλίαν. Ὅρα πως καὶ τῇ τραπέζῃ τοῦ Παύλου πάντες ἐκοινώνουν. Ἐμοὶ δοκεῖ, καὶ παρὰ τὴν τράπεζαν αὐτὸν καθήμενον διαλέγεσθαι, παιδεύοντα ἡμᾶς πάντα τὰ λοιπὰ πάρεργα ἡγεῖσθαι. Ὑποτυπώσατέ μοι τὸν οἶκον ἐκεῖνον, ἔνθα λαμπάδες ἦσαν, ἔνθα ὄχλος, ἔνθα Παῦλος μέσος ὢν διελέγετο, ἔνθα καὶ τὰς θυρίδας πολλοὶ κατελάμβανον καὶ τῆς σάλπιγγος ἀκοῦσαι ἐκείνης, καὶ τὸ πρόσωπον τὸ χάριεν θεάσασθαι· τί εἰκὸς εἶναι τοὺς διδασκομένους, καὶ πόσην καρποῦσθαι τὴν ἡδονήν; Τίνος δὲ ἕνεκεν ἐν νυκτὶ διελέγετο; Ἐπειδὴ ἔμελλεν ἐξιέναι, καὶ οὐκ ἔτι ὁρᾷν αὐτοὺς λοιπόν· ἀλλὰ τοῦτο μὲν αὐτοῖς οὐ λέγει, ἅτε ἀσθενεστέροις οὖσι, τοῖς δὲ ἄλλοις ἔλεγεν. Ἅμα δὲ αὐτοὺς καὶ τὸ γενόμενον σημεῖον διαπαντὸς ἐποίει μεμνῆσθαι τῆς ἑσπέρας ἐκείνης. Πολλὴ ἡ ἡδονὴ τῶν ἀκροατῶν, ὅτι καὶ ἐγκοπεῖσα ἐπετάθη μᾶλλον· ὥστε ὑπὲρ τοῦ διδασκάλου ἡ πτῶσις γέγονεν. Ἄλλως τε καὶ πᾶσιν ἔμελλεν ἐκεῖνος ἐπιτιμᾷν τοῖς ῥᾳθύμοις, ὁ διὰ τοῦτο ἀποθανὼν, ἵνα Παῦλον ἀκούσῃ. Καὶ τίνος ἕνεκεν, φησὶ, καταλέγει ἕκαστα, καὶ ποῦ ἦλθον, καὶ ποῦ ἀπῆλθον, καὶ ποῦ μὲν ἐνδιέτριβε, τίνα δὲ παρέπλεε μέρη; Ἵνα δείξῃ τέως, σχολαιότερον αὐτὸν πλέοντα, καὶ τοῦτο ἀνθρωπίνως, καὶ παραπλέοντα. Ἔκρινε γὰρ παραπλεῦσαι τὴν Ἔφεσον, ἵνα μὴ γένηται αὐτῷ, φησὶ, χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Καλῶς· οὐ γὰρ ἠδύνατο γενόμενος ἐκεῖ, παραπλεῦσαι, ἐπειδὴ οὐκ ἐβούλετο λυπῆσαι τοὺς μένειν ἀξιοῦντας αὐτόν. Ἢ τοίνυν τοῦτό ἐστιν εἰπεῖν, καὶ ὅτι ἐσπούδαζεν. Ἔσπευδε γὰρ, φησὶν, εἰ δυνατὸν ἦν αὐτῷ τὴν ἡμέραν τῆς Πεντηκοστῆς ποιῆσαι ἐν Ἱεροσολύμοις. Ὥστε καὶ διὰ τοῦτο μένειν οὐκ ἦν δυνατόν. Ὅρα καὶ ἀνθρωπίνως αὐτὸν κινούμενον, καὶ ἐπιθυμοῦντα καὶ σπεύδοντα καὶ οὐκ ἐπιτυγχάνοντα πολλάκις. ∆ιὰ τοῦτο δὲ ταῦτα γίνεται, ἵνα μὴ νομίσωμεν, ὅτι ὑπὲρ φύσιν ἦν τὴν ἀνθρωπίνην. Οἱ γὰρ ἅγιοι καὶ μεγάλοι ἄνδρες ἐκεῖνοι τῆς μὲν φύσεως τῆς αὐτῆς ἡμῖν ἐκοινώνουν, τῆς δὲ προαιρέσεως οὐκέτι· διὸ καὶ πολλὴν ἐπεσπῶντο τὴν χάριν. Ὅρα γοῦν πόσα καὶ ἀφ' ἑαυτῶν οἰκονομοῦσι. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἵνα μὴ δῶμεν προσκοπὴν τοῖς βουλομένοις· καὶ πάλιν, Ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν. Ἰδοὺ καὶ βίος ἄληπτος, καὶ πολλὴ ἡ συγκατάβασις· Τοῦτο οἰκονομία λέγεται, τὸ εἰς ἀκρότητα εἶναι καὶ ὕψους ἀρετῆς, καὶ ταπεινοφροσύνης συγκαταβάσεως. Καὶ ἄκουε πῶς ὁ ὑπερβαίνων τὰ παραγγέλματα τοῦ Χριστοῦ, οὗτος πάλιν πάντων ταπεινότερος ἦν. Πᾶσι πάντα γέγονα, φησὶν, ἵνα πάντας κερδήσω. Ὁ αὐτὸς καὶ εἰς κινδύνους ἑαυτὸν ἐνέβαλε, καθὼς ἑτέρωθί φησιν· Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς. Καὶ πολὺς ἦν αὐτοῦ ὁ πόθος, ὁ περὶ τὸν Χριστόν. Ἂν γὰρ τοῦτο μὴ ᾖ, πάντα περιττὰ, καὶ τὰ τῆς οἰκονομίας καὶ τοῦ ἀλήπτου βίου καὶ τοῦ παρακεκινδυνευμένου. Τίς ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; γʹ. Ταῦτα, παρακαλῶ, καὶ ἡμεῖς μιμώμεθα τὰ ῥή 60.306 ματα, καὶ εἰς κινδύνους ῥίπτωμεν ἑαυτοὺς διὰ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους. Κἂν πῦρ ᾖ, κἂν σίδηρος, ῥῖψον σαυτὸν, ἀγαπητὲ, ἵνα σοῦ τὸ μέλος ἐξέλῃς· ῥῖψον, μὴ φοβηθῇς. Μαθητὴς εἶ τοῦ Χριστοῦ τοῦ διὰ τοὺς ἀδελφοὺς τὴν ψυχὴν θέντος· συμμαθητὴς Παύλου, τοῦ μυρία ἑλομένου παθεῖν δεινὰ διὰ τοὺς ἐχθροὺς, διὰ τοὺς πολεμοῦντας αὐτῷ· ἐμπλήσθητι ζήλου, μίμησαι τὸν Μωσέα. Εἶδεν ἀδικούμενον καὶ ἤμυνε, κατεφρόνησε τρυφῆς βασιλικῆς, καὶ γέγονε διὰ τοὺς καταπονουμένους φυγὰς, πλανήτης, ἔρημος συγγενῶν καὶ οἰκίας· ἐν ἀλλοτρίᾳ διετέλεσε τοσοῦτον χρόνον, καὶ οὐκ ἐμέμψατο ἑαυτῷ οὐδὲ εἶπε· Τί τοῦτο; βασιλείας κατεφρόνησα, τιμῆς