235
μὴ χαίρωμεν ἐπὶ τοῖς κολαζομένοις, ἀλλὰ καὶ ἀλγῶμεν· τούτους πενθῶμεν, τούτους δακρύωμεν, ἵνα καὶ τούτου μισθὸν λάβωμεν. Νῦν δὲ πολλοὶ καὶ ἐπὶ τοῖς κακῶς πάσχουσιν ἀδίκως χαίρουσιν. Ἀλλὰ μὴ ἡμεῖς οὕτω ποιῶμεν, ἀλλὰ πᾶσαν συμπάθειαν ἐπιδεικνυώμεθα· ἵνα καὶ αὐτοὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.307.20 ΟΜΙΛΙΑ Μ∆ʹ. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον,
μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς μεθ' ὑμῶν πάντα τὸν χρό νον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μεθ' ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δα κρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπ εστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ, καὶ κατ' οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστόν.
αʹ. Ὅρα αὐτὸν καὶ ἐπειγόμενον παραπλεῦσαι, καὶ μὴ παρορῶντα, ἀλλὰ τὸ
πᾶν οἰκονομοῦντα. Τοὺς ἄρχοντας μεταπεμψάμενος, ἐπ' αὐτῶν τὰ εἰρημένα διέξεισι. Καὶ ἄξιον θαυμάσαι, πῶς εἰς ἀνάγκην ἐμπεσὼν τοῦ μεγάλα τινὰ περὶ ἑαυτοῦ εἰπεῖν, πειρᾶται μετριάζειν. Καθάπερ γὰρ ὁ Σαμουὴλ μέλλων παραδιδόναι τῷ Σαοὺλ τὴν ἀρχὴν, ἐπ' αὐτῶν λέγει· Μή τι παρ' ὑμῶν εἴληφα; ὑμεῖς μάρτυρες καὶ ὁ Θεός· καὶ ὁ ∆αυῒδ ἀπιστηθεὶς λέγει· Ἐν τῷ ποιμνίῳ ἤμην ποιμαίνων τὰ 60.308 οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ὅταν διαλέγεσθαι δέῃ τῷ Ἀβραὰμ, αὐτὸς παραγίνεται· ὅταν εἰς Σόδομα ἀπελθεῖν, τοὺς δούλους πέμπει, καθάπερ τις δικαστὴς ἀνιστὰς τοὺς μέλλοντας κολάζειν. Καὶ πάλιν· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Καὶ τοῦτον μὲν αὐτὸς εὐλογεῖ· ἐκεῖνον δὲ τὸν πονηρὸν οὐκ αὐτὸς, ἀλλὰ δοῦλοι δεσμεύουσι. Ταῦτα εἰδότες, μὴ χαίρωμεν ἐπὶ τοῖς κολαζομένοις, ἀλλὰ καὶ ἀλγῶμεν· τούτους πενθῶμεν, τούτους δακρύωμεν, ἵνα καὶ τούτου μισθὸν λάβωμεν. Νῦν δὲ πολλοὶ καὶ ἐπὶ τοῖς κακῶς πάσχουσιν ἀδίκως χαίρουσιν. Ἀλλὰ μὴ ἡμεῖς οὕτω ποιῶμεν, ἀλλὰ πᾶσαν συμπάθειαν ἐπιδεικνυώμεθα· ἵνα καὶ αὐτοὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.307.20 ΟΜΙΛΙΑ Μ∆ʹ. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον,
μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς μεθ' ὑμῶν πάντα τὸν χρό νον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μεθ' ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δα κρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς
ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπ εστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ, καὶ κατ' οἴκους,
διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστόν.