1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

237

οὐδὲν ὑπεστειλάμην, φησί. Τὸ ἄφθονον δείκνυσι διὰ τούτων ὁμοῦ, καὶ τὸ ἄοκνον. Καὶ τῶν συμφερόντων. Καλῶς οὕτως εἶπεν· ἦν γὰρ ἃ οὐκ ἔδει μαθεῖν. Ὥσπερ δὲ τὸ τινὰ ἀποκρύπτεσθαι, φθόνου· οὕτω τὸ πάντα λέγειν, ἀνοίας. ∆ιὰ τοῦτο προσέθηκε, Τῶν συμφερόντων, δηλῶν, ὅτι Οὐκ εἶπον μόνον, ἀλλὰ καὶ ἐδίδαξα· οὐχ ὡς αὐτὸ τοῦτο ἀφοσιούμενος, φησίν. Ὅτι δὲ τοῦτο δηλοῖ, ἄκουε τὸ ἑξῆς· ἐπήγαγε γάρ· ∆ημοσίᾳ καὶ κατ' οἴκους· τὴν μακρὰν ταλαιπωρίαν, καὶ τὴν πολλὴν σπουδὴν καὶ τὴν καρτερίαν ἐπιδεικνύμενος. ∆ιαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν. Οὐχὶ πρὸς ὑμᾶς, φησὶ, μόνον, ἀλλὰ καὶ πρὸς Ἕλληνας. Ἐνταῦθα ἡ παῤῥησία· καὶ ὅτι, Κἂν μηδὲν ὠφελῶμεν, λέγειν δεῖ· τὸ γὰρ διαμαρτύρασθαι τοῦτό ἐστιν, ὅταν πρὸς τοὺς μὴ προσέχοντας λέγωμεν· τὸ γὰρ διαμαρτύρασθαι, ὡς ἐπὶ τὸ πολὺ τοῦτό ἐστι. ∆ιαμαρτύρομαι, φησὶν ὁ Μωϋσῆς, τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ νῦν αὐτὸς, ∆ιαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν. βʹ. Τί διαμαρτύρῃ; Ὥστε βίου ἐπιμεληθῆναι· ὥστε μετανοῆσαι καὶ προσελθεῖν τῷ Θεῷ. Οὐδὲ γὰρ Ἰουδαῖοι ᾔδεσαν αὐτὸν, διά τε τὸν Υἱὸν ἀγνοεῖν, διά τε τὰ ἔργα καὶ πίστιν μὴ ἔχειν τὴν εἰς τὸν Κύριον Ἰησοῦν. Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; τίνος ἕνεκεν ταῦτα ὑπομιμνήσκεις; τί γέγονε; μή τι ἔχεις ἐγκαλεῖν; Πρότερον κατασείσας αὐτῶν τὴν διάνοιαν, τότε ἐπάγει· Καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ Πνεύματι πορεύομαι εἰς Ἱερουσαλὴμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς· πλὴν ὅτι τὸ Πνεῦμά μοι τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον, ὅτι δεσμά με καὶ θλίψεις μένουσιν. Ἀλλ' οὐδενὸς λόγον ποιοῦμαι· οὐδὲ ἔχω τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. ∆ιὰ τί ταῦτα λέγει; Παρασκευάζων αὐτοὺς ἀεὶ ἑτοίμους εἶναι πρὸς κινδύνους καὶ δήλους καὶ ἀδήλους, καὶ πάντα τῷ Πνεύματι πείθεσθαι. ∆είκνυσι δὲ, ὅτι ἐπὶ μεγάλοις ἀπάγεται. Πλὴν ὅτι τὸ Πνεῦμά μοι, φησὶ, τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον. Ἵνα δείξῃ, ὅτι ἑκὼν ἀπέρχεται, καὶ ἵνα μὴ δεσμὸν ἢ ἀνάγκην νομίσῃς, τὸ Κατὰ πόλιν εἶπεν. Εἶτα ἐπάγει, ὅτι Οὐκ ἔχω τιμίαν τὴν ἐμαυτοῦ ψυχὴν, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἢν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ. Ὁρᾷς ὅτι οὐκ ἀποδυρομένου ἦν τὰ ῥήματα, ἀλλὰ μετριάζοντος καὶ παιδεύοντος ἐκείνους καὶ συμπάσχοντος τοῖς γινομένοις; Οὐκ εἶπεν, ὅτι Ἀλγῶμεν, ἀνάγκη δὲ φέρειν· ἀλλ' οὐδὲ, Ἡγοῦμαι. Τοῦτο πάλιν λέγει, οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλ' ἐκείνους διδάσκων, διὰ μὲν τῶν προτέρων τὴν ταπεινοφροσύνην, διὰ δὲ τούτων τὴν ἀνδρείαν, τὴν παῤῥησίαν· ὡσεὶ ἔλεγεν· Οὐ φιλῶ αὐτὴν πρὸ ταύτης· προτιμότερον ἡγοῦμαι τὸ τελέσαι τὸν δρόμον, τὸ διαμαρτύρασθαι. Καὶ οὐκ εἶπε, Κηρῦξαι, ∆ιδάξαι· ἀλλὰ τί; ∆ιαμαρτύρασθαι τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. Μέλλει τι φορ 60.310 τικώτερον λέγειν, ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· διὰ τοῦτο προκατασκευάζει, καὶ δείκνυσιν, ὅτι οὐδὲν ἐλλείπεται. Ἐπεὶ οὖν ἔμελλεν αὐτοῖς ἐπιτιθέναι τὸ βάρος ἅπαν καὶ τὸ φορτίον, πρότερον κατεμάλαξεν αὐτῶν τὴν διάνοιαν, λέγων· Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα, ὅτι οὐκ ἔτι ὄψεσθε τὸ πρόσωπόν μου. Εἶτα τότε ἐπήγαγε τὸ, Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. ∆ιπλῆ ἡ λύπη· τό τε, Τὸ πρόσωπον αὐτοῦ οὐκ ἔτι ὄψεσθαι, καὶ τὸ, Αὐτοὺς πάντας. Οὐκ ἔτι γὰρ, φησὶν, ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν. Ὥστε εἰκότως διαμαρτύρομαι ὑμῖν, ἅτε μηκέτι παραγινόμενος, Ὅτι καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ὁρᾷς πῶς φοβεῖ, καὶ πεπονημένας αὐτῶν τὰς ψυχὰς καὶ τεθλιμμένας ἐπιτρίβει; Καλῶς, ὅτι ἀναγκαῖον ἦν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, φησὶ, πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ἄρα ὁ μὴ λέγων, ὑπεύθυνός ἐστι τοῦ αἵματος· τουτέστι, τῆς σφαγῆς. Οὐδὲν τούτου φοβερώτερον. ∆είκνυσιν, ὅτι κἀκεῖνοι, ἂν μὴ ποιῶσιν, ὑπεύθυνοί εἰσι τοῦ αἵματος. Καὶ δοκεῖ μὲν ἀπολογεῖσθαι, ἐκείνους δὲ φοβεῖ. Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ