1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

238

ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ὁρᾷς; δύο προσέταξεν. Οὔτε οὖν τὸ ἑτέρους κατορθοῦν μόνον ἔχει τι κέρδος (Φοβοῦμαι γὰρ, φησὶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι), οὔτε τὸ ἑαυτοῦ μόνον ἐπιμελεῖσθαι. Ὁ γὰρ τοιοῦτος φίλαυτος καὶ τὸ ἑαυτοῦ ζητεῖ μόνον, καὶ τοῦ τὸ τάλαντον καταχώσαντος ἴσος ἐστί. Ταῦτα λέγει, οὐκ ἐπειδὴ προτιμοτέρα ἡ ἡμετέρα σωτηρία τοῦ ποιμνίου, ἀλλ' ἐπειδὴ, ὅταν ἑαυτοῖς προσέχωμεν, τότε καὶ τὸ ποίμνιον κερδαίνει. Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ὅρα πόσαι ἀνάγκαι. Παρὰ τοῦ Πνεύματος τὴν χειροτονίαν ἔχετε, φησί· τοῦτο γάρ ἐστι τὸ, Ἔθετο. Μία αὕτη ἀνάγκη· εἶτα, Ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ἰδοὺ καὶ δευτέρα· καὶ τρίτη, Ἥν φησιν ὅτι περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Πολὺ δείκνυσι δι' ὧν εἶπε τίμιον τὸ πρᾶγμα, καὶ ὅτι οὐχ ὑπὲρ μικρῶν ὁ κίνδυνος, εἴ γε ὁ ∆εσπότης ὑπὲρ τῆς Ἐκκλησίας, οὐδὲ τοῦ αἵματος ἐφείσατο τοῦ ἑαυτοῦ, ἡμεῖς δὲ τῆς τῶν ἀδελφῶν σωτηρίας καταφρονοῦμεν. Καὶ ἐκεῖνος μὲν ἵνα ἐχθροὺς καταλλάξῃ, καὶ τὸ αἷμα ἐξέχεε· σὺ δὲ οὐδὲ φίλους γενομένους ἰσχύεις κατασχεῖν. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Πάλιν ἄλλοθεν αὐτοὺς ἐπιστρέφει ἀπὸ τῶν ἐσομένων· ὥσπερ ὅταν ἀλλαχοῦ λέγῃ· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Ὅτι εἰσελεύσονται, φησὶ, μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς. ∆ιπλοῦν τὸ κακὸν, ὅτι τε αὐτὸς οὐ πάρεστι, καὶ ὅτι ἕτεροι ἐπιθήσονται. Τί οὖν ἀπέρχῃ, εἰ τοῦτο προοῖδας; Τὸ Πνεῦμά με ἕλκει, φησί. γʹ. Καὶ ὅρα· οὐχ ἁπλῶς εἶπε, Λύκοι, ἀλλὰ προσέθηκε, Βαρεῖς, τὸ σφοδρὸν αὐτῶν καὶ ἰταμὸν αἰνιττόμενος· καὶ τὸ χαλεπώτερον, ὅτι αὐτοὺς τούτους ἐξ αὐτῶν ἀναστήσεσθαι λέγει· ὃ καὶ σφόδρα ἐστὶ βαρὺ, ὅταν καὶ ἐμφύλιος ὁ πόλεμος ᾖ. Καὶ καλῶς εἶπε, Προσέχετε, δεικνὺς περισπούδαστον σφόδρα τὸ πρᾶγμα (Ἐκκλησία γάρ 60.311 ἐστι), καὶ ὅτι μέγας ὁ κίνδυνος (αἵματι γὰρ αὐτὴν ἐλυτρώσατο), καὶ ὅτι πολὺς ὁ πόλεμος καὶ διπλοῦς. Ταῦτα τοίνυν ἐδήλωσεν, εἰπών· Καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Εἶτα ἐπειδὴ σφόδρα αὐτοὺς ἐφόβησε τῷ εἰπεῖν Λύκους βαρεῖς, καὶ ἐξ αὐτῶν ἀναστῆναι τοὺς τὰ διεστραμμένα λαλοῦντας, ὥσπερ ὑπό τινος διαπορηθεὶς, πῶς οὖν; εἰπόντος, καὶ τίς ἔσται φυλακή; ἐπάγει, λέγων· Γρηγορεῖτε, μνημονεύοντες, ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Ὅρα πόσαι ὑπερβολαί· μετὰ δακρύων, καὶ νύκτα καὶ ἡμέραν, καὶ ἕνα ἕκαστον. Οὐ γὰρ εἰ πολλοὺς εἶδε, τότε ἐφείδετο, ἀλλ' ᾔδει καὶ ὑπὲρ μιᾶς ψυχῆς πάντα ποιεῖν. Οὕτω γοῦν αὐτοὺς καὶ συνεκρότησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀρκεῖ τὰ παρ' ἐμοῦ· τριετίαν ἔμεινα, ἱκανῶς ἐστερεώθησαν, ἱκανῶς ἐῤῥιζώθησαν. Μετὰ δακρύων, φησίν. Ὁρᾷς ὅτι τὰ δάκρυα διὰ τοῦτο; Ταῦτα ποιῶμεν καὶ ἡμεῖς. Οὐκ ἀλγεῖ ὁ κακός· ἄλγησον σὺ, ἴσως ἀλγήσει κἀκεῖνος. Καθάπερ ὅταν ἴδῃ ὁ κάμνων τὸν ἰατρὸν λαμβάνοντα σιτίου, καὶ αὐτὸς προτρέπεται· οὕτω δὴ καὶ ἐνταῦθα ἔσται· ἂν ἴδῃ σε ὀδυρόμενον, μαλαχθήσεται, χρηστὸς ἀνὴρ καὶ πρᾶος γενήσεται. Οὐκ εἰδὼς, φησὶ, τὰ συναντήσοντά μοι. Τί οὖν; διὰ τοῦτο ἀπέρχῃ; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα γινώσκω, ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. Ὅτι μὲν οὖν πειρασμοὶ ἐκδέχονταί με, οἶδα, ὁποῖοι δὲ, οὐκ οἶδα· ὅπερ ἦν χαλεπώτερον. Μὴ τοίνυν νομίσητέ με ἀποδυρόμενον ταῦτα λέγειν· οὐκ ἔχω τιμίαν τὴν ἐμαυτοῦ ψυχήν. Ἵνα ἀναστήσῃ αὐτῶν τὴν διάνοιαν, ταῦτά φησι, καὶ πείσῃ μὴ μόνον μὴ φεύγειν, ἀλλὰ καὶ γενναίως φέρειν. ∆ιὰ τοῦτο δρόμον καὶ διακονίαν τὸ πρᾶγμα καλεῖ· τὸ μὲν, δεικνὺς τὸ λαμπρὸν ἀπὸ τοῦ δρόμου, τὸ δὲ, τὸ ὀφειλόμενον ἀπὸ τῆς διακονίας. ∆ιάκονός εἰμι, φησίν· οὐδὲν πλέον ἔχω. Παραμυθησάμενος δὲ αὐτοὺς, ἵνα μὴ ἀλγῶσιν ἐφ' οἷς πάσχει κακῶς, καὶ εἰπὼν, ὅτι μετὰ χαρᾶς ταῦτα ὑπομένει, καὶ τὸν καρπὸν δείξας, τότε τὸ λυπηρὸν ἐπάγει. Τοῦτο δὲ ποιεῖ, ἵνα μὴ καταχώσῃ αὐτῶν τὴν διάνοιαν. Ποῖον δὲ τοῦτό ἐστι;