239
Τὸ, Καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Τί οὖν, εἴποι τις ἂν, τοσοῦτον σαυτὸν ἡγῇ, καὶ, ἂν ἀπέλθῃς, ἀποθνήσκομεν; Οὐ τοῦτο λέγω, φησὶν, ὅτι ἡ ἐμὴ ἀπουσία τοῦτο ποιεῖ· ἀλλὰ τί; Ὅτι ἐπαναστήσονταί τινες ὑμῖν. Οὐκ εἶπε, ∆ιὰ τὴν ἄφιξίν μου· ἀλλὰ, Μετὰ τὴν ἄφιξίν μου· τουτέστι, τὴν ἀποδημίαν· καίτοι καὶ ἤδη γέγονε τοῦτο· εἰ δὲ γέγονε, πολλῷ μᾶλλον μετὰ ταῦτα γενήσεται. Εἶτα καὶ ἡ αἰτία, Τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Ὥστε δι' οὐδὲν ἕτερον αἱ αἱρέσεις, ἢ διὰ τοῦτο. Εἶτα καὶ παραμυθία· Ἣν περιεποιήσατο, φησὶ, διὰ τοῦ ἰδίου αἵματος. Εἰ δὲ τῷ ἰδίῳ αἵματι περιεποιήσατο, προστήσεται πάντως. Νύκτα, φησὶ, καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν. Ταῦτα πρὸς ἡμᾶς εἰκότως ἂν λέγοιτο· καὶ δοκεῖ μὲν εἶναι ἰδικῶς πρὸς τοὺς διδασκάλους ὁ λόγος, ἔστι δὲ κοινὸς καὶ πρὸς τοὺς μαθητάς. Τί γὰρ, ἂν ἐγὼ μὲν λέγω καὶ παρακαλῶ καὶ δακρύω νύκτα καὶ ἡμέραν, ὁ δὲ μαθητὴς μὴ πείθηται; Ἵνα γὰρ μὴ νομίσῃ τις τοῦτο ἀρκεῖν εἰς ἀπολογίαν, τὸ εἶναι μαθητὴν, καὶ μὴ ὑπείκειν, διὰ τοῦτο, ∆ιαμαρτύρομαι, εἰπὼν, ἐπήγαγεν· Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν. Ἄρα τοῦτο διδασκάλου μόνον, ἀναγγεῖλαι, κηρῦξαι, διδάξαι, μὴ ὑποστείλασθαι, νύκτα καὶ ἡμέραν παρακαλεῖν· ὅταν δὲ τούτων γινομένων 60.312 μηδὲν πλέον γένηται, ἴστε τὸ λειπόμενον. Εἶτα καὶ ἑτέρα ἀπολογία· ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Μὴ δὴ νομίσητε πρὸς ἡμᾶς ταῦτα λέγεσθαι μόνον· καὶ γὰρ καὶ πρὸς ὑμᾶς ὁ λόγος οὗτός ἐστιν, ὥστε προσέχειν τοῖς λεγομένοις, ὥστε μὴ ἀποπηδᾷν τῆς ἀκροάσεως. Τί ποιήσω; Ἰδοὺ καθ' ἑκάστην ἡμέραν διαῤῥήγνυμαι βοῶν· ἀπόστητε τῶν θεάτρων· καὶ πολλοὶ γελῶσιν ἡμᾶς· ἀπόστητε τοῦ ὀμνύειν, τοῦ πλεονεκτεῖν· μυρία παραινοῦμεν, καὶ οὐδεὶς ὁ ἀκούων. Ἀλλ' ἐν νυκτὶ οὐ διαλέγομαι; Ἐβουλόμην καὶ ἐν νυκτὶ τοῦτο ποιεῖν, καὶ ἐν ταῖς τραπέζαις ταῖς ὑμετέραις, εἴ γε ἐνῆν καὶ εἰς μυρία σχισθέντα παραγίνεσθαι ὑμῖν καὶ διαλέγεσθαι· ἀλλ' εἰ τῆς ἑβδομάδος ἅπαξ καλοῦμεν ὑμᾶς, καὶ ὀκνεῖτε, καὶ οἱ μὲν οὐδὲ παραγίνεσθε, οἱ δὲ παραγινόμενοι οὐδὲν πλέον κερδάναντες ἄπιτε· τί οὐκ ἂν ἐποιήσατε, εἰ συνεχῶς τοῦτο ἐπράττομεν; Τί ποιήσομεν; Πολλοὶ οἶδ' ὅτι καὶ διασύρουσιν ἡμᾶς, διὰ τὸ περὶ τῶν αὐτῶν ἀεὶ διαλέγεσθαι· οὕτω γεγόναμεν προσκορεῖς. Αἴτιοι δὲ τούτου οὐχ ὑμεῖς, ἀλλ' αὐτοὶ οἱ ἀκούοντες. Ὁ μὲν γὰρ κατορθῶν, ἀεὶ χαίρει τὰ αὐτὰ ἀκούων, ὥσπερ ἐγκωμίων αὐτοῦ λεγομένων· ὁ δὲ μὴ βουλόμενος κατορθοῦν, καὶ ἐνοχλεῖσθαι δοκεῖ, κἂν δεύτερον ἀκούσῃ μόνον, πολλάκις δοκεῖ ἀκούειν. Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων, φησί. δʹ. Τοῦτο Παύλῳ μὲν ἥρμοττεν εἰπεῖν, ἡμεῖς δὲ οὐ τολμῶμεν τοῦτο εἰπεῖν, μυρία συνειδότες ἑαυτοῖς. ∆ιόπερ ἐκείνῳ τῷ διαπαντὸς ἀγρυπνοῦντι καὶ ἐφεστῶτι, τῷ πάντα ὑπὲρ τῆς σωτηρίας τῶν μαθητευομένων ὑπομένοντι, ἥρμοττε λέγειν· ἡμεῖς δὲ τὸ Μωσέως ἐροῦμεν, ὅτι Ὠργίσθη μοι Κύριος δι' ὑμᾶς, ὅτι εἰς πολλὰ ἁμαρτήματα προάγετε καὶ ἡμᾶς. Ὅταν γὰρ ἀθυμῶμεν ὁρῶντες ὑμᾶς οὐ προκόπτοντας, οὐ τὸ πλέον ἡμῖν τῆς ἰσχύος καταπίπτει; Τί γὰρ, εἰπέ μοι, γέγονεν; Ἰδοὺ τῇ χάριτι τοῦ Θεοῦ καὶ ἡμεῖς λοιπὸν τριετίαν ἔχομεν, νύκτα μὲν καὶ ἡμέραν οὐ παρακαλοῦντες, διὰ τριῶν δὲ πολλάκις ἡμερῶν ἢ δι' ἑπτὰ τοῦτο ποιοῦντες. Τί γέγονε πλέον; Ἐγκαλοῦμεν, ἐπιτιμῶμεν, δακρύομεν, ὀδυνώμεθα, εἰ καὶ μὴ φανερῶς, ἀλλὰ κατὰ καρδίαν. Ἐκεῖνα δὲ πολὺ τούτων τὰ δάκρυα κουφότερα· ταῦτα μὲν γὰρ φέρει τινὰ τοῖς ἀθυμοῦσι παραμυθίαν, ἐκεῖνα δὲ αὐτὴν ἐπιτείνει καὶ συσφίγγει. Οὕτω καὶ ὅταν ἐν ἀθυμίᾳ τις ᾖ, καὶ μὴ δύνηται ἐξενεγκεῖν τὴν ἀλγηδόνα, ὥστε μὴ δόξαι κενόδοξος εἶναι, μείζονα ἄρα πάσχει, ἢ ἂν ταύτην ἐξήνεγκεν. Εἰ μή μέ τις ἔκρινε φιλοτιμίας περιττῆς, εἶδες ἂν καθ' ἑκάστην ἡμέραν πηγὰς δακρύων ἀφιέντα· ταύτας δέ μοι σύνοιδεν ὁ οἰκίσκος καὶ ἡ ἐρημία. Πιστεύσατε γάρ μοι, τῆς μὲν ἐμαυτοῦ σωτηρίας ἀπέγνων, τὰ δὲ ὑμέτερα θρηνῶν, οὐδὲ σχολὴν ἔχω τὰ ἐμαυτοῦ κακὰ πενθεῖν· οὕτω μοι πάντα ὑμεῖς ἐστε. Κἂν αἴσθωμαι ἐπιδιδόντας ὑμᾶς, οὐκ αἰσθάνομαι τῶν ἐμαυτοῦ κακῶν ὑπὸ τῆς ἡδονῆς· κἂν ἴδω μὴ ἐπιδιδόντας, ὑπὸ τῆς ἀθυμίας πάλιν παραπέμπομαι τὰ ἐμά· φαιδρὸς μὲν