246
θήραν· μείζονα εὐεργετούμεθα ἢ εὐεργετοῦμεν. Οὐ κελεύω καταθῦσαι μόσχον· ἄρτον δὸς πεινῶντι, ἱμάτιον γυμνῷ, σκέπην τῷ ξένῳ. Ἵνα δὲ μὴ ταῦτα προφασίζῃ, Ἔστιν οἴκημα κοινὸν τὸ τῆς Ἐκκλησίας· ἐκεῖ κατάβαλε, καὶ σὺ ὑπεδέξω· ἐπεὶ καὶ τῶν διὰ τῶν οἰκετῶν γινομένων ἐκεῖνος εἶχε τὸν μισθόν. Οὕτως ἦσαν πεπαιδευμένοι καὶ οἱ παῖδες αὐτοῦ· ἔτρεχον καὶ οὐκ ἐγόγγυζον καθάπερ οἱ ἡμέτεροι· εὐλαβεῖς γὰρ αὐτοὺς ἦν πεποιηκώς. Εἰς πόλεμον εἷλκε, καὶ οὐκ ἐγόγγυζον· οὕτως ἦσαν φιλόσοφοι. Πάντων γὰρ ὁμοίως ἐπεμελεῖτο ὥσπερ ἑαυτοῦ· μονονουχὶ γὰρ κατὰ τὸν Ἰὼβ ἔλεγεν, ὅτι Ὁμοίως ἐπλάσθημεν ἐν τῇ αὐτῇ γαστρί. Τοίνυν καὶ ἡμεῖς φροντίζωμεν ἑαυτῶν τῆς σωτηρίας, καὶ πολλὴν ποιώμεθα τῶν οἰκετῶν τὴν ἐπιμέλειαν, ὅπως ἔσονται χρηστοὶ καὶ ἐπιμελεῖς· καὶ ἔστω καὶ ὁ οἰκέτης ἡμῶν πεπαιδευμένος τὰ τοῦ Θεοῦ. Οὐκ ἔσται δύσκολος ἡμῖν ἡ ἀρετὴ λοιπὸν, ἐὰν ἐκείνους ῥυθμίσωμεν. Καθάπερ ἐν πολέμῳ στρατιωτῶν ὄντων εὐτάκτων, ὁ στρατηγὸς ῥᾳδίως πολεμεῖ, τοὐναντίον δὲ γίνεται, ὅταν μὴ τοῦτο ᾖ· καὶ ναυτῶν δὲ ὁμονοούντων, ὁ κυβερνήτης εὐκόλως τοὺς οἴακας μεταχειρίζεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν οὕτως ὦσι πεπαιδευμένοι οἱ οἰκέται, οὐ παροξυνθήσῃ ῥᾳδίως, οὐκ ἐγκαλέσεις, οὐκ ὀργισθήσῃ, οὐ λοιδορήσεις. Ἔστιν ὅπου καὶ ἐντραπήσῃ τοὺς οἰκέτας, ἐὰν ὦσι θαυμαστοὶ, καὶ συναντιλήψονταί σοι, καὶ παραινέσουσι τὰ χρηστά. Ἀπὸ δὲ τούτων πάντων πάντα ἔσται τὰ τῷ Θεῷ δοκοῦντα, καὶ οὕτω πᾶσα ἡ οἰκία εὐλογίας πληρωθήσεται, καὶ τὰ τῷ Θεῷ ἀρέσκοντα διαπραττόμενοι, πολλῆς ἀπολαύσομεν τῆς ἄνωθεν συμμαχίας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.321 ΟΜΙΛΙΑ Μςʹ. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς
Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκα στον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
αʹ. Οὗτος ὁ ἀδελφὸς ἦν τοῦ Κυρίου καὶ ἐπίσκοπος τῶν Ἱεροσολύμων, ἀνὴρ
μέγας καὶ θαυμαστός. Πρὸς τοῦτον εἰσέρχεται Παῦλος, ὥσπερ καὶ πρὸ τούτου καὶ πρὸς αὐτὸν πέμπεται· καὶ ὅπως ἄκουε. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ, φησὶν, εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον. Ὅρα τὸ ἄτυφον. Πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι· καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. Πάλιν αὐτοῖς τὰ τῶν ἐθνῶν διηγεῖται, οὐ κενοδοξῶν, μὴ γένοιτο, ἀλλὰ τοῦ Θεοῦ θέλων τὴν φιλανθρωπίαν ἐνδείξασθαι, καὶ πολλῆς αὐτοὺς ἐμπλῆσαι χαρᾶς. Ὅρα γοῦν πῶς ἀκούσαντες καὶ ἐδόξαζον τὸν Θεόν. Οὐκ ἐκεῖνον ἐπῄρουν οὐδὲ ἐθαύμαζον· ἀλλὰ Τὸν Θεὸν ἐδόξαζον· οὕτω γὰρ διηγήσατο ὡς ἀνατιθέμενος αὐτῷ. Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεὸν, εἰπόντες αὐτῷ· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι. Κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. Ὅρα καὶ αὐτοὶ μεθ' ὅσης ὑποστολῆς φασιν. Οὐχ ὡς ἐπίσκοπος αὐθεντικῶς διαλέγεται, ἀλλ' αὐτὸν παραλαμβάνουσι κοινωνὸν τῆς γνώμης· ὥσπερ ἂν εἰ εὐθέως καὶ ἀπὸ προοιμίων ἀπολογούμενοι, ὅτι Οὐκ ἐβουλόμεθα. Ὁρᾷς τοῦ πράγματος τὴν ἀνάγκην, Θεωρεῖς πόσαι, φησὶ, μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Καὶ οὐκ εἶπον, Πόσας μυριάδας κατηχήσαμεν, ἀλλ' Εἰσί. Καὶ οὗτοι, φησὶ, πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι. ∆ύο αἰτίαι, καὶ τὸ πλῆθος, καὶ ἡ γνώμη. Οὔτε γὰρ εἰ ὀλίγοι ἦσαν, καταφρονῆσαι ἐχρῆν, οὔτε εἰ πολλοὶ, καὶ μὴ πάντες τοῦ νόμου ἀντείχοντο, περὶ πολλοῦ ποιεῖσθαι. Εἶτα καὶ τρίτη αἰτία·