1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

248

τί ἐστι πεποιηκώς. Ἄλλοι δὲ ἄλλα ἐβόων ἐν τῷ ὄχλῳ. Καὶ τίνος ἕνεκεν μέλλων αὐτὸν ἐξετάζειν, ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί; Παραμυθούμενος τὸν θυμὸν τοῦ δήμου. Μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυ 60.323 βον, ἐκέλευσε ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμοὺς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου· ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζον, Αἶρε αὐτόν. Τί ἐστιν, Αἶρε αὐτόν; Ἔθος ἦν Ἰουδαίοις καθ' ὧν ἂν ἀπεφαίνοντο τοῦτο λέγειν, ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ αὐτὸ φαίνονται ποιοῦντες καὶ λέγοντες, Ἆρον αὐτόν· τουτέστιν, Ἐκ τῶν ζώντων ποίησον ἀφανῆ. Τινὲς δὲ, ὃ παρ' ἡμῖν λέγουσι κατὰ τὴν Ῥωμαϊκὴν συνήθειαν, Ἐν τοῖς σίγνοις αὐτὸν ἔμβαλε, τοῦτο εἶναι τὸ, Αἶρε αὐτόν. Μέλλων δὲ εἰς τὴν παρεμβολὴν εἰσάγεσθαι ὁ Παῦλος, λέγει τῷ χιλιάρχῳ· Εἰ ἔξεστί μοι εἰπεῖν τι πρὸς σέ; Ἐπὶ τοὺς ἀναβαθμοὺς φερόμενος, ἀξιοῖ πρὸς τὸν χιλίαρχον εἰπεῖν τι. Καὶ ὅρα πῶς ἐπιεικῶς· Εἰ ἔξεστί μοι εἰπεῖν τι πρὸς σέ; φησίν. Ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις; Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος, ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας, καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; Οὗτος ὁ Αἰγύπτιος ἄνθρωπός τις νεωτεροποιὸς γέγονε καὶ στασιαστής. Πρὸς δὴ τοῦτο ἀπολογεῖται ὁ Παῦλος, καὶ δι' ὧν εἶπεν ἀπάγει τῆς ὑποψίας αὐτόν. Ἴδωμεν δὲ ἄνωθεν τὰ ἀνεγνωσμένα. Εἰσὶν ἡμῖν ἄνδρες, φησὶ, τέσσαρες εὐχὴν ἔχοντες ἐφ' ἑαυτῶν· τούτους παραλαβὼν, ἁγνίσθητι σὺν αὐτοῖς. Πρὸς δὴ τοῦτο οὐκ ἀντιπίπτει ὁ Παῦλος, ἀλλὰ πείθεται. Ὅθεν δῆλον, ὅτι οὐ προηγουμένως ἔδει τοῦτο ποιεῖν (διὸ καὶ πείθουσιν αὐτόν), ἀλλ' ὅτι οἰκονομία τὸ πρᾶγμα καὶ συγκατάβασις ἦν. Οὐκ ἄρα ἐγκοπὴ τοῦ κηρύγματος τοῦτο ἦν, ὅπου γε καὶ αὐτοὶ ἐνομοθέτουν ἐκείνοις τὰ τοιαῦτα. Τοῦτο τοίνυν οἰκονομῶν καὶ αὐτὸς Πέτρῳ ἐγκαλεῖ ὕστερον· καὶ οὐχ ἁπλῶς αὐτὸ ποιεῖ. Ὅπερ γὰρ ἐνταῦθα ἐποίησεν αὐτὸς, τοῦτο Πέτρος ἐκεῖ σιγῶν καὶ ἱστῶν αὐτοῦ τὸ δόγμα. Καὶ οὐκ εἶπον, ὅτι Οὐ χρὴ τοὺς κατὰ τὰ ἔθνη διδάσκειν, οὐδὲ Ἀρκεῖ τὸ μὴ κηρῦξαι ἐκεῖ· ἀλλὰ δεῖ καὶ πλεῖόν τι ποιῆσαι, ἵνα πεισθῶσιν ἐκεῖνοι, ὅτι φυλάττεις τὸν νόμον. Συγκατάβασις τὸ πρᾶγμά ἐστι, μηδὲν φοβηθῇς. Καὶ ὅρα, οὐ πρότερον πείθουσιν αὐτὸν, ἕως τοῦ εἰπεῖν τὴν οἰκονομίαν πρῶτον καὶ τὸ κέρδος. Καὶ τὸ ἐν Ἱεροσολύμοις δὲ τοῦτο ποιεῖν, φορητόν. Ποίησον τοίνυν τοῦτο ἐνταῦθα, ἵνα ἐξῇ σοι ἔξω ποιεῖν ἐκεῖνο. Τότε παραλαβὼν, φησὶν, ὁ Παῦλος τοὺς ἄνδρας τῇ ἐχομένη ἡμέρᾳ. Οὐκ ἀνεβάλετο, ἀλλ' ἔργῳ δεικνὺς τὴν πειθὼ, παραλαμβάνει μεθ' ὧν ἔμελλεν ἁγνίζεσθαι. Τοιοῦτόν τί ἐστι θερμὸν ἡ οἰκονομία. Καὶ πῶς, φησὶν, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι εἶδον αὐτὸν ἐν τῷ ἱερῷ; Εἰκὸς ἦν αὐτοὺς ἡμέρας τινὰς ἐκεῖ διατρίβειν. Ὅρα δὲ πῶς καὶ οἰκονομία τὸ γενόμενον ἦν· μετὰ γὰρ τὸ πεισθῆναι τοὺς Ἰουδαίους, τότε ἐπιτίθενται· εἰκότως, ἵνα μὴ κἀκεῖνοι συνεπιθῶνται. Βοηθεῖτε, φησὶν, ἄνδρες Ἰσραηλῖται. Ὥς τινος δυσθηράτου καὶ δυσχειρώτου ταῖς ἐκείνων ἐμπεσόντος χερσὶ, Βοηθεῖτε, λέγουσι. Πάντας πανταχοῦ οὗτός ἐστιν ὁ διδάσκων. Οὐκ ἐνταῦθα μόνον, φησὶν, ἀλλὰ Πανταχοῦ. εἶτα καὶ ἡ κατηγορία μείζων ἀπὸ τῶν παρόντων. Ἔτι δὲ, φησὶ, καὶ κεκοινώνηκε τὸ ἱερὸν, ἄνδρας Ἕλληνας εἰσαγαγών. Καὶ μὴν καὶ ἐπὶ τοῦ Χριστοῦ ἀνέβησαν προσκυνήσοντες· ἀλλὰ τοὺς οὐκ ἂν ἑλομένους προσκυνῆσαι οὗτοι λέγουσι. Καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, φησὶν, εἷλκον αὐτὸν ἔξω. Σκόπει· ἀπὸ τοῦ ἱεροῦ ἐκβάλλουσιν αὐτόν· οὐκέτι γὰρ νόμων ἐδέοντο οὐδὲ δικαστηρίων· διὸ καὶ ἔτυπτον αὐτόν· οὕτω διὰ πάντων φαίνονται θρασεῖς ὄντες καὶ ἰταμοί. Ὁ δὲ τότε μὲν οὐκ ἀπελογήσατο, ὕστερον δέ· 60.324 εἰκότως· τότε γὰρ οὐδ' ἂν ἤκουσαν. Καὶ τί δήποτε ἔκραζον, Αἶρε αὐτόν; Ἐφοβοῦντο, μὴ διαφύγῃ. Ἀλλ' ὅρα μεθ' ὅσης ὑποστολῆς διαλέγεται ὁ Παῦλος τῷ χιλιάρχῳ. Τί γάρ φησιν; Εἰ ἔξεστί μοι εἰπεῖν τι πρὸς σέ; Τοσοῦτον ἦν ταπεινὸς, ὅτι καὶ μετριάζειν ᾔδει πανταχοῦ. Οὐκ ἄρα σὺ εἶ, φησὶν, ὁ Αἰγύπτιος; γʹ. Ὅρα κακουργίαν διαβόλου. Ἀπατεὼν ἦν ἐκεῖνος καὶ γόης ὁ Αἰγύπτιος, καὶ προσεδόκησε συσκιάζειν διὰ τούτου καὶ κοινωνοὺς ποιεῖν τῶν ἐκείνῳ