249
προσηκόντων ἐγκλημάτων καὶ τὸν Χριστὸν καὶ τοὺς ἀποστόλους· ἀλλ' οὐδὲν ἴσχυσεν, ἀλλ' ὅμως ἔτι λαμπροτέρα γέγονεν ἡ ἀλήθεια, οὐδὲν παραβλαβεῖσα τοῖς τοῦ διαβόλου μηχανήμασιν, ἀλλὰ καὶ μᾶλλον λάμψασα. Εἰ μὲν γὰρ μὴ ἦσαν γόητες, εἶτα οὗτοι ἐκράτουν, τάχα ἄν τις ἐπελάβετο· ὅτε δὲ καὶ ἐκεῖνοι ἐφάνησαν, οὗτοι κρατοῦσι, τοῦτό ἐστι τὸ θαυμαστόν. ∆ιὸ καὶ φανῆναι οὐ κωλύονται, ἵνα καὶ οὕτω μᾶλλον λάμψωσιν· ὥσπερ οὗτος καὶ ἀλλαχοῦ λέγει· Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Τοιοῦτό τι ἦν, ὃ καὶ Γαμαλιῆλος ἔλεγεν, ὅτι Πρὸ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς. Τοὺς δὲ σικαρίους, οἱ μὲν γένος τι λῃστῶν φασιν αὐτοὺς εἶναι, οὕτω καλουμένους ἀφ' ὧν ἐπεφέροντο ξιφῶν, σικῶν λεγομένων παρὰ Ῥωμαίοις· οἱ δὲ τῆς μιᾶς αἱρέσεως τῆς παρ' Ἑβραίοις. Τρεῖς γάρ εἰσι παρ' αὐτοῖς αἱρέσεις αἱ γενικαὶ, Φαρισαῖοι, Σαδδουκαῖοι, καὶ Ἐσσηνοὶ, οἱ καὶ Ὅσιοι λέγονται (τοῦτο γάρ ἐστι τὸ Ἐσσηνοὶ ὄνομα) διὰ τὸ τοῦ βίου σεμνόν· οἱ αὐτοὶ δὲ καὶ Σικάριοι διὰ τὸ εἶναι ζηλωταί. Μὴ τοίνυν ἀλγῶμεν, ὅτι αἱρέσεις εἰσὶν, ὅπου καὶ ψευδόχριστοι καὶ τῷ Χριστῷ ἐπιθέσθαι ἠθέλησαν καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο, ὥστε συσκιάσαι. Ἀλλ' ἡ ἀλήθεια λάμπει καὶ διάδηλός ἐστι πανταχοῦ. Τοῦτο καὶ ἐπὶ τῶν προφητῶν γέγονε· γεγόνασι ψευδοπροφῆται, καὶ ἀπὸ συγκρίσεως μᾶλλον ἔλαμψαν. Καὶ γὰρ ἡ νόσος τὴν ὑγείαν φανερὰν δείκνυσι, καὶ τὸ σκότος τὸ φῶς, καὶ τὴν γαλήνην ὁ χειμών. Οὐκ ἔνι εἰπεῖν τοὺς Ἕλληνας, ὅτι πλάνοι καὶ γόητες ἦσαν· ἐκεῖνοι γὰρ ἠλέγχθησαν. Τοῦτο καὶ ἐπὶ Μωϋσέως γέγονε· συνεχώρησεν ὁ Θεὸς τοὺς μάγους, ἵνα μὴ μάγος ὑποληφθῇ Μωϋσῆς· εἴασεν αὐτοὺς διδάξαι πάντας μέχρι πόσου μαγεία φαντάσαι δύναται· περαιτέρω δὲ οὐκ ἠπάτησαν, ἀλλ' αὐτοὶ τὴν ἧτταν ὡμολόγησαν. Οὐδὲν ἡμᾶς βλάπτουσιν οἱ ἐπιθέται· μᾶλλον δὲ καὶ ποιοῦσι βελτίους, ἄν τις θέλῃ προσέχειν τὸν νοῦν. Τί οὖν, φησὶν, ὅταν κοινωνῶμεν αὐτοῖς τῆς δόξης; Οὐ παρ' ἡμᾶς, ἀλλὰ παρὰ τοὺς οὐκ ἔχοντας κρίσιν. Μὴ σφόδρα μελέτω τῆς δόξης ἡμῖν τῆς τῶν πολλῶν, μηδὲ πέρα τοῦ δέοντος αὐτῆς φροντίζωμεν. Θεῷ ζῶμεν, οὐκ ἀνθρώποις· ἐν οὐρανῷ πολιτευόμεθα, οὐκ ἐπὶ τῆς γῆς· ἐκεῖ τὰ βραβεῖα καὶ τὰ ἔπαθλα κεῖται τῶν ἡμετέρων πόνων· ἐκεῖθεν προσδοκῶμεν τοὺς ἐπαίνους, ἐκεῖθεν τοὺς στεφάνους. Μέχρι τοσούτου φροντίζωμεν τῶν ἀνθρώπων, μέχρι τοῦ μὴ διδόναι καὶ παρέχειν αὐτοῖς λαβήν. Ἂν δὲ ἡμῶν μὴ παρεχόντων ἐκεῖνοι θέλωσιν ἁπλῶς καὶ εἰκῇ κατηγορεῖν, γελῶμεν, μὴ δακρύωμεν. Σὺ προνόει καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων· ἂν σοῦ προνοοῦντος καλὰ ἐκεῖνος σκώπτῃ, μηκέτι φρόντιζε. Ἔχεις τὰ ὑποδείγματα ἐν ταῖς Γραφαῖς. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; φησί· καὶ πάλιν, Ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα. Καὶ ὁ Χριστὸς οὕτως ἐπὶ τῶν σκανδαλιζομένων ἔλεγεν· Ἄφες αὐτοὺς, ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· καὶ πάλιν, Οὐαὶ ὑμῖν, ὅταν 60.325 καλῶς ὑμᾶς εἴπωσιν πάντες οἱ ἄνθρωποι· καὶ πάλιν· Λαμψάτω τὰ ἔργα ὑμῶν, ὅπως ἴδωσιν οἱ ἄνθρωποι, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ ἀλλαχοῦ λέγει· Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης· μὴ θαυμάσῃς· οὐ γάρ ἐστι ταῦτα ἐναντία, ἀλλὰ καὶ σφόδρα συνᾴδοντα. Ὅταν μὲν γὰρ παρ' ἡμᾶς γένηται, οὐαὶ ἡμῖν· ὅταν δὲ μὴ παρ' ἡμᾶς, οὐκέτι. Καὶ πάλιν· Οὐαὶ ὑμῖν, δι' οὓς τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται. Τί οὖν, ἂν ἐγὼ μὲν ποιῶ τι τῶν δεόντων, ἕτερος δὲ βλασφημῇ; Οὐδὲν πρὸς σὲ, ἀλλὰ πρὸς ἐκεῖνον· δι' ἐκείνου γὰρ ἐβλασφημήθη. Καὶ πῶς ἔνι πρᾶξαί τι τῶν δεόντων, καὶ δοῦναι τοῖς ἄλλοις λαβήν; Πόθεν βούλεσθε, ἀπὸ τῶν νῦν ὄντων, ἢ ἀπὸ τῶν παλαιῶν τὰ παραδείγματα ὑμῖν ἀγάγω; Ἵνα μὴ ψοφοδεεῖς ὦμεν, βούλεσθε αὐτὸ δὴ τοῦτο τὸ νῦν μετὰ χεῖρας εἴπωμεν; Ἰουδάϊζεν ὁ Παῦλος ἐν Ἱεροσολύμοις, ἀλλ' ἐν Ἀντιοχείᾳ οὐκ ἔτι· ἰουδάϊζε καὶ ἐσκανδαλίζοντο, ἀλλ' οὐ δικαίως ἐσκανδαλίζοντο ἐκεῖνοι. Λέγεται Νέρωνος καὶ οἰνοχόον καὶ παλλακίδα ἀσπάσαι· πόσα οἴεσθε κατ' αὐτοῦ εἰρηκέναι αὐτοὺς διὰ τοῦτο; Ἀλλ' οὐ δικαίως. Εἰ μὲν γὰρ ἐπὶ ἀσελγείᾳ ἠσπάσατο, ἢ