250
ἐπὶ πονηροῖς πράγμασιν, εἰκότως· εἰ δὲ ἐπὶ βίῳ ὀρθῷ, τίνος ἕνεκεν; Εἴπω τι καί τινι τῶν ἐμοὶ συνήθων συμβάν. Ἐπέπεσεν ὀργή ποτε τοῦ Θεοῦ, καὶ σφόδρα νέος ὢν ἐκεῖνος, καὶ ἐν τῇ τοῦ διακόνου τάξει τυγχάνων, ἐπεὶ τότε ὁ ἐπίσκοπος ἔτυχεν ἀπὼν κατ' ἐκεῖνον τὸν καιρὸν, καὶ τῶν πρεσβυτέρων οὐδεὶς ἐφρόντιζεν, ἀλλ' ἁπλῶς ἐποίησαν φωτισθῆναι ἀθρόον ἐν μιᾷ νυκτὶ μυριάδας πολλὰς, καὶ ἁπλῶς ἐβαπτίζοντο πάντες οὐδὲν εἰδότες· τούτους ἐκεῖνος λαβὼν κατ' ἰδίαν ὁμοῦ ἑκατὸν καὶ διακοσίους, διελέγετο, ἄλλο μὲν οὐδὲν, τὰ δὲ τῶν μυστηρίων μόνον ὡς μηδὲ τοῖς ἀμυνήτοις συγχωρεῖν παρεῖναι. Τοῦτο αὐτὸν ποιοῦντα ἐνόμισαν πολλοὶ τῆς ἀρχῆς ἐρῶντα τοῦτο ποιεῖν. Ἀλλ' οὐκ ἐφρόντισεν ἐκεῖνος τῶν νομιζόντων· οὐκ ἐξέτεινε μέντοι ἐπὶ χρόνον τὸ πρᾶγμα, ἀλλ' εὐθέως ἐπαύσατο. Τί οὖν; ἐκεῖνος τοῦ σκανδάλου αἴτιος; Οὐκ ἔγωγε οἶμαι. Εἰ μὲν γὰρ οὐκ οὔσης αἰτίας τοῦτο ἐποίει, εἰκότως ἐκείνῳ τὴν αἰτίαν ἐπέγραφον, καὶ εἰ πάλιν ἐπεξέτεινεν. Ὅταν γὰρ τῶν τῷ Θεῷ δοκούντων κωλύηται διὰ τὸ ἑτέρου σκάνδαλον, καταφρονεῖν δεῖ· τότε δὲ φροντίζειν, ὅταν μηδὲν ἀναγκαζώμεθα δι' ἐκεῖνον 60.326 προσκρούειν Θεῷ· ἐπεὶ, εἰπέ μοι, ἂν μεταξὺ διαλεγομένων ἡμῶν καὶ τοὺς μεθύοντας σκωπτόντων σκανδαλίζηταί τις, ἐγὼ παύσωμαι λέγων; Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Μὴ καὶ ὑμεῖς βούλεσθε ὑπάγειν; Οὕτως οὔτε καταφρονεῖν οὔτε σφόδρα ἀντιποιεῖσθαι τῆς τῶν πολλῶν ἀσθενείας χρή. Ἢ οὐχ ὁρῶμεν καὶ τοὺς ἰατροὺς τοῦτο ποιοῦντας, καὶ, ὅταν μὲν ἐγχωρῇ, χαριζομένους τοῖς κάμνουσιν, ὅταν δὲ ἡ χάρις ἡ ἐκείνων βλάβην ἐργάζηται, οὐκ ἔτι φειδομένους; Πανταχοῦ τὸ μέτρον τιμᾷν καλόν. Ἐβλασφήμησαν πολλοὶ κατηχήσεως ἕνεκεν κόρης τινὸς εὐμόρφου παρθένου μεινάσης, παρέβαλον πρὸς αὐτὴν, καὶ τοὺς κατηχοῦντας ἐλοιδόρησαν. Τί οὖν; ἀποστῆναι ἐκείνους ἔδει διὰ τοῦτο; Οὐδαμῶς· οὐδὲν γὰρ εἰργάζοντο ἐναντίον, ἀλλὰ καὶ σφόδρα δοκοῦν πρᾶγμα Θεῷ. Μὴ τοίνυν, εἰ σκανδαλίζονταί τινες, ἴδωμεν, ἀλλ' εἰ δικαίως, καὶ εἰ μὴ μετὰ τῆς ἡμετέρας βλάβης. Εἰ βρῶμα σκανδαλίζει, φησὶ, τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Εἰκότως· οὐδὲν γὰρ ἔβλαπτε τὸ μὴ φαγεῖν· εἰ μέντοι σκανδαλίζει αὐτὸν, ὅτι βούλομαι ἀποτάξασθαι, οὐκ ἔτι φροντίζειν δεῖ. Καὶ τίνα, φησὶ, τοῦτο σκανδαλίζει; Πολλοὺς, ἔγωγε οἶδα. Ὅταν τοίνυν ἀδιάφορον ᾖ τὸ κώλυμα, γινέσθω· ἐπεὶ, εἰ μέλλοιμεν πρὸς τοῦτο μόνον ὁρᾷν, πολλῶν ἔχομεν ἀποστῆναι· ὥσπερ οὖν καὶ τοὐναντίον, εἰ μέλλοιμεν καταφρονεῖν, πολλοὺς ἀπολλύναι· ἐπεὶ καὶ Παῦλος προενόησε σκανδάλου· καὶ πῶς, ἄκουε· Ἵνα μὴ τῇ ἁδρότητι, φησὶ, ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν· οὐδὲν γὰρ ἔβλαπτε τὸ τὴν ὑπόνοιαν ἐξελεῖν. Ὅταν δὲ εἰς τοιαύτην ἐμπέσωμεν ἀνάγκην, ὥστε μεγάλα γενέσθαι κακὰ διὰ τὸ ἑτέρου σκάνδαλον, καταφρονῶμεν ἐκείνου. Ἐκεῖνος μὲν γὰρ ἑαυτῷ αἴτιος, ἡμεῖς δὲ οὐκ ἔτι ὑπεύθυνοι· οὐ γὰρ ἐνῆν ἀβλαβῶς αὐτοῦ φείσασθαι. Ἐσκανδαλίσθησαν πολλοὶ, ὅτι εἰς ἱερὰ κατέκειντό τινες πιστοὶ, ἐπειδὴ οὐκ ἔδει κατακεῖσθαι· ἀλλὰ κακῶς· οὐδεμία γὰρ ἀπὸ τούτου βλάβη. Ἐσκανδαλίζοντο, ὅτι ἤσθιε μετὰ τῶν ἐθνικῶν ὁ Πέτρος· ἀλλ' ἐκεῖνος μὲν ἐφείσατο, αὐτὸς δὲ οὐκ ἔτι. Πανταχοῦ προσήκει ἡμᾶς τοῖς τοῦ Θεοῦ νόμοις κατακολουθοῦντας, πολλὴν σπουδὴν ποιεῖσθαι, ὥστε μηδεμίαν ἀφορμὴν παρέχειν σκανδάλου, ἵνα καὶ αὐτοὶ ἀνεύθυνοι ὦμεν, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.325 ΟΜΙΛΙΑ ΜΖʹ. Εἶπε δὲ ὁ Παῦλος· Ἐγώ εἰμι ἄνθρωπος Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολί της· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ