251
Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τὸν λαόν. Πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ, λέγων.
αʹ. Ὅρα αὐτὸν, ὅταν πρὸς τοὺς ἔξω διαλέγηται, οὐ παραιτούμενον καὶ τοῖς
ἀπὸ τῶν νόμων κεχρῆσθαι βοηθήμασιν. Ἐνταῦθα αὐτὸν ἀπὸ τῆς πόλεως ἐντρέπει. Οὕτω καὶ ἔμπροσθεν ἔλεγε· Τύψαντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους, Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν. Ἐπειδὴ γὰρ ἐπυνθάνετο, Σὺ εἶ ὁ Αἰγύπτιος; Ἐγώ εἰμι, φησὶν, ἄνθρωπος Ἰουδαῖος. Οὕτως εἰπὼν, εὐθέως αὐτὸν ταύτης ἀπήγαγε τῆς ὑποψίας. Εἶτα ἵνα μὴ νομισθῇ τὸ ἔθνος Ἰουδαῖος, λέγει τὴν θρησκείαν· 60.326 καὶ γὰρ καὶ ἀλλαχοῦ ἔννομον ἑαυτὸν Χριστοῦ καλεῖ. Τί τοῦτό ἐστι; Παῦλος ψεύδεται; Ἄπαγε. Τί οὖν; οὐκ ἠρνήσατο; Μὴ γένοιτο· Ἰουδαῖος γὰρ ἦν καὶ Χριστιανὸς ὅσα ἔδει φυλάττων, ἐπεὶ καὶ τῷ νόμῳ μάλιστα πάντων αὐτὸς ἐπείθετο, τῷ Χριστῷ πιστεύων, καὶ πρὸς Πέτρον διαλεγόμενός φησιν· Ἡμεῖς φύσει Ἰουδαῖοι. ∆έομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. Καὶ τοῦτο τεκμήριον, ὅτι οὐ ψεύδεται, εἴ γε πάντας ἐπήγετο μάρτυρας. Σκόπει αὐτὸν πάλιν μετὰ ἐπιεικείας διαλεγόμενον. Καὶ τοῦτο δὲ τεκμήριον πάλιν μέγιστον τοῦ μηδενὸς εἶναι ὑπεύθυνον, τὸ οὕτως ἕτοιμον εἶναι πρὸς ἀπολογίαν, καὶ βούλεσθαι εἰς λόγον καταστῆναι τῷ δήμῳ τῶν Ἰουδαίων. 60.327 Ὅρα τεταγμένον ἄνδρα, ὅρα οἰκονομίαν· εἰ μὴ χιλίαρχος ἦλθεν, εἰ μὴ ἔδησεν, οὐκ ἂν ἐδεήθη λόγου πρὸς ἀπολογίαν, οὐκ ἂν τοσαύτης ἀπέλαυσε σιγῆς. Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν. Καὶ ἀπὸ τοῦ τόπου πολλὴ ἡ εὐκολία, τὸ καὶ ὑψηλὸν ὄντα δημηγορεῖν καὶ δεδεμένον. Τί τούτου ἴσον τοῦ θεάματος, δυσὶν ἁλύσεσι δεδεμένον ἰδεῖν Παῦλον δημηγοροῦντα; πῶς οὐκ ἐταράχθη, πῶς οὐ συνεχύθη, τοσοῦτον δῆμον ἐκπεπολεμωμένον ὁρῶν τοῦ ἄρχοντος ἐφεστῶτος; Πρότερον ἀπέστησεν αὐτοὺς τοῦ θυμοῦ, εἶτα διαλέγεται· καὶ ὅρα πῶς φρονίμως. Ὅπερ γὰρ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα· πρῶτον τῇ συγγενείᾳ τῆς φωνῆς αὐτοὺς ἐπισπᾶται· εἶτα αὐτῷ τῷ ἡμέρῳ· διὸ καὶ τοῦτο δηλῶν ἐπάγει· Πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε, φησὶ, τῇ Ἑβραΐδι διαλέκτῳ λέγων· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νῦν ἀπολογίας. Ὅρα καὶ κολακείας ἀπηλλαγμένον τὸν λόγον καὶ τὸ ἐπιεικὲς ἔχοντα. Οὐ γὰρ εἶπε, ∆εσπόται, οὐδὲ Κύριοι, ἀλλὰ, Ἀδελφοί· ὃ μάλιστα ἐπόθουν, ὡσεὶ ἔλεγεν· Οὐκ ἀλλότριος ὑμῶν ἐγὼ, οὐδὲ καθ' ὑμῶν. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, φησί. Τοῦτο τιμῆς, ἐκεῖνο γνησιότητος. Ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νῦν ἀπολογίας. Οὐκ εἶπε, ∆ιδασκαλίας, οὐδὲ, ∆ημηγορίας, ἀλλὰ, Ἀπολογίας· ἐν τάξει ἱκέτου ἑαυτὸν καθίστησιν. Ἀκούσαντες δὲ, ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Ὁρᾷς, πῶς αὐτοὺς εἷλε τὸ ὁμόφωνον; εἶχον γάρ τινα αἰδῶ πρὸς τὴν γλῶτταν ἐκείνην. Ὅρα δὲ καὶ πῶς προοδοποιεῖ τῷ λόγῳ οὕτως ἀρχόμενος καὶ λέγων· Ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλου, πεπαιδευμένος δὲ κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον. Ἐγὼ μέν εἰμι, φησὶν, ἀνὴρ Ἰουδαῖος· ὃ μάλιστα πάντων ἐπόθουν ἀκοῦσαι. Γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας. Ἵνα μὴ πάλιν νομίσωσι τὸ ἔθνος ἄλλο, τὴν θρησκείαν ἐπήγαγεν. Ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ. Τὴν πολλὴν αὐτοῦ δείκνυσι σπουδὴν τὴν περὶ τὴν λατρείαν, ὅπου γε καὶ πατρίδα τηλικαύτην ἀφεὶς τοσοῦτον ἀφεστῶσαν, ἐνταῦθα εἵλετο τραφῆναι διὰ τὸν νόμον. Ὅρα πῶς ἄνωθεν προσεῖχε τῷ νόμῳ. Ταῦτα δὲ οὐ πρὸς ἐκείνους ἀπολογούμενος μόνον φησὶν, ἀλλὰ δεικνὺς, ὅτι οὐκ ἀνθρωπίνῳ σκοπῷ πρὸς τὸ κήρυγμα ἤχθη, ἀλλὰ θείᾳ δυνάμει· οὐ γὰρ ἂν οὕτω πεπαιδευμένος ἀθρόον μετέστη. Εἰ μὲν γὰρ ἦν τις τῶν πολλῶν, εἰκὸς ἦν τοῦτο ὑποπτεῦσαι· εἰ δὲ τῶν