1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

252

μάλιστα πάντων κατεχομένων ὑπὸ τοῦ νόμου, οὐκ ἦν εἰκὸς ἁπλῶς καὶ οὐδεμιᾶς ἀνάγκης ἰσχυρᾶς οὔσης μεταθέσθαι αὐτόν. Ἀλλ' ἴσως εἴποι τις ἄν· Οὐδὲν τοῦτο ποιεῖ, ὅτι ἐνταῦθα ἀνετράφη· τί γὰρ εἰ κατὰ ἐμπορίαν ἢ κατ' ἄλλην τινὰ αἰτίαν ἐνταῦθα γέγονας; Ἵνα τοίνυν μὴ διὰ τοῦτο νομισθῇ, ἐπήγαγε, Παρὰ τοὺς πόδας Γαμαλιήλου· καὶ οὐχ ἁπλῶς εἶπε, Παρὰ Γαμαλιήλου, ἀλλὰ, Παρὰ τοὺς πόδας, τὴν καρτερίαν, τὴν προσεδρείαν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν, τὴν πολλὴν πρὸς τὸν ἄνδρα αἰδῶ δεικνύς. Πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου. Οὐχ ἁπλῶς νόμου, ἀλλὰ Τοῦ πατρῴου προστίθησι· δεικνὺς ὅτι ἄνωθεν τοιοῦτος ἦν, καὶ οὐχ ἁπλῶς εἰδὼς τὸν νόμον. Ταῦτα δὲ δοκεῖ μὲν ὑπὲρ ἐκείνων λέγεσθαι, κατ' ἐκείνων δὲ ἦν, εἴ γε καὶ εἰδὼς αὐτὸν εἴασεν. Εἶτα, ἵνα μὴ πάλιν τις 60.328 ἐπενέγκῃ· τί οὖν, εἰ οἶδας μὲν ἀκριβῶς τὸν νόμον, οὐκ ἐκδικεῖς δὲ οὐδὲ φιλεῖς; Ζηλωτὴς, φησὶν, ὑπάρχων· τουτέστιν, οὐχ ἁπλῶς εἰδὼς, ἀλλὰ καὶ σφόδρα ζηλῶν ὑπὲρ αὐτοῦ. Εἶτα, ἐπειδὴ μεγάλα περὶ αὐτοῦ ἐγκώμια εἶπε, κοινοῖ τὸν λόγον λοιπὸν, ἐπάγων, Καθὼς πάντες ὑμεῖς ἐστε σήμερον. ∆είκνυσι γὰρ αὐτοὺς οὐκ ἀνθρωπίνῳ σκοπῷ ποιοῦντας, ἀλλὰ ζήλῳ θείῳ. Τοῦτο δὲ λέγει, χαριζόμενος αὐτοῖς καὶ προκαταλαμβάνων αὐτῶν τὴν διάνοιαν, καὶ κατέχων ἐν οἷς βλάβος οὐδὲν ἦν. Εἶτα καὶ τεκμήρια παράγει, λέγων· Ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἕως θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον. Ἵνα μηδεὶς εἴπῃ· Καὶ πόθεν τοῦτο δῆλον; μάρτυρας παράγει αὐτὸν τὸν ἀρχιερέα καὶ τοὺς πρεσβυτέρους. Καὶ λέγει μὲν λεαίνων, Ζηλωτὴς ὑπάρχων καθὼς ὑμεῖς, τουτέστιν, ἴσος ὑμῖν· δείκνυσι δὲ διὰ τῶν ἔργων, ὅτι ὑπὲρ αὐτοὺς ἦν. Οὐ γὰρ δὴ περιέμενον ὥστε συλλαβεῖν, ἀλλὰ καὶ τοὺς ἱερέας διήγειρον, καὶ ἀποδημίας ἐστελλόμην· καὶ οὐδὲ μέχρις ἀνδρῶν ἐχώρουν καθάπερ ὑμεῖς, ἀλλὰ καὶ γυναικῶν· καὶ δεσμεύων πάντας, καὶ εἰς δεσμωτήρια ἐμβάλλων. Ἀναμφισβήτητος ἡ μαρτυρία, ἀναπολόγητα τὰ τῶν Ἰουδαίων. Ὅρα πόσους παράγει μάρτυρας, τὸ πρεσβυτέριον, τὸν ἀρχιερέα, τοὺς ἐν τῇ πόλει. βʹ. Βλέπε δὲ αὐτοῦ καὶ τὴν ἀπολογίαν οὐ δειλίας οὖσαν, ἀλλὰ διδασκαλίας μᾶλλον καὶ κατηχήσεως. Εἰ γὰρ μὴ λίθοι ἦσαν οἱ ἀκούοντες, προσεῖχον ἂν τοῖς λεγομένοις. Μέχρι γὰρ τούτου μάρτυρας εἶχεν αὐτοὺς, τὰ δὲ λοιπὰ ἀμάρτυρα. Παρ' ὧν καὶ ἐπιστολὰς δεξάμενος, πρὸς τοὺς ἀδελφοὺς εἰς ∆αμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ, ἵνα τιμωρηθῶσιν. Ἐγένετο δὲ πορευομένῳ μοι καὶ ἐγγίζοντι τῇ ∆αμασκῷ, περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμὲ, ἔπεσόν τε εἰς τὸ ἔδαφος, καὶ ἤκουον φωνῆς λεγούσης μοι· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, Κύριε; Εἶπέ τε πρός με· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Μάλιστα μὲν οὖν καὶ ταῦτα ἀξιόπιστα ἔδει εἶναι ἀπὸ τῶν προλαβόντων· οὐ γὰρ ἂν μετεστράφη. Τί οὖν, εἰ κομπάζει; φησίν; Οὐδαμῶς. ∆ιὰ τί γὰρ τοσοῦτον ἐξαίφνης ἔῤῥιψε ζῆλον; εἰπέ μοι. Τιμὴν προσδοκῶν; Καὶ μὴν τἀναντία ὑπέμεινεν· ἀλλ' ἄνεσιν; Οὐδὲ τοῦτο· ἀλλὰ τί ἕτερον; Ἀλλ' οὐδὲν ἀπὸ λογισμῶν εὑρεῖν δυνατόν. Ταῦτα τοίνυν ἀφεὶς αὐτοῖς συλλέγειν, τὰ πράγματα διηγεῖται. Ἐγγίζοντί μοι, φησὶ, τῇ ∆αμασκῷ, περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμὲ, ἔπεσόν τε εἰς τὸ ἔδαφος. Ὅρα πόση ἡ ὑπερβολὴ τοῦ φωτός. Καὶ ὅτι οὐ κομπάζω, οἱ συνόντες μαρτυροῦσιν, οἱ χειραγωγοῦντες, οἱ τὸ φῶς θεασάμενοι. Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. Μηδὲν ξενισθῇς, εἰ ἐνταῦθα μὲν οὕτως, ἑτέρωθι δὲ λέγει, ὅτι Εἱστήκεισαν τὴν μὲν φωνὴν ἀκούοντες, μηδένα δὲ θεωροῦντες. Οὐκ ἔστι τοῦτο ἐναντίον. Φωναὶ γὰρ δύο ἦσαν, ἡ Παύλου καὶ ἡ τοῦ Κυρίου· τὴν φωνὴν τοίνυν ἐκεῖ τοῦ Παύλου λέγει, ἐνταῦθα δὲ καὶ προσέθηκεν εἰπὼν, Τὴν φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. Οὐκοῦν τὸ, Μηδένα θεωροῦντες, οὐ τοῦ ἰδεῖν, ἀλλὰ τοῦ μὴ ἀκοῦσαι δηλωτικόν ἐστιν. Οὐ γὰρ εἶπεν ὅτι τὸ φῶς οὐκ ἔβλεπον· ἀλλὰ, Μηδένα