253
θεωροῦντες εἱστήκεισαν· τουτέστι, λα 60.329 λοῦντα. Εἰκότως δὲ τοῦτο ἐγένετο· αὐτὸν γὰρ ἔδει τῆς φωνῆς καταξιωθῆναι ἐκείνης. Εἰ γὰρ ἤκουσαν κἀκεῖνοι, οὐκ ἂν τοσοῦτον ἐγένετο τὸ θαῦμα. Ἐπειδὴ τοίνυν οἱ παχύτεροι ὄψει πείθονται μᾶλλον, διὰ τοῦτο καὶ ἐκεῖνοι τὸ φῶς εἶδον μόνον, ὅπερ ἱκανὸν ἦν αὐτοὺς πεῖσαι· ὅθεν καὶ ἔμφοβοι γίνονται. Ἄλλως δὲ οὐ περὶ αὐτοὺς τὸ φῶς τοσοῦτον εἰργάσατο, ὅσον περὶ τοῦτον· καὶ γὰρ ἐπήρωσεν αὐτοῦ τὰς ὄψεις, διὰ τῶν εἰς τοῦτον συμβαινόντων κἀκείνοις διδοὺς ἀναβλέψαι, εἴ γε ἤθελον. Ἐμοὶ γοῦν δοκεῖ καὶ οἰκονομικῶς ἐκείνους μὴ πιστεῦσαι, ὥστε εἶναι μάρτυρας ἀξιοπίστους. Εἶπέ τε, φησὶ, πρὸς ἐμέ· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Καλῶς καὶ ἡ πόλις πρόσκειται, ὥστε ἐπιγνῶναι αὐτούς. Καὶ οἱ ἀπόστολοι οὕτως ἔλεγον· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ. Ὅρα, καὶ αὐτὸς μαρτυρεῖ, ὅτι ἐδιώκετο. Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. Εἶπον δέ· Τί ποιήσω, Κύριε; Ὁ δὲ Κύριος εἶπε πρός με· Ἀναστὰς πορεύου εἰς ∆αμασκὸν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς ∆αμασκόν. Ἀνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν ἐν ∆αμασκῷ Ἰουδαίων, ἐλθὼν πρός με καὶ ἐπιστὰς, εἶπέ μοι· Σαοὺλ ἀδελφὲ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. Εἴσελθε, φησὶν, εἰς τὴν πόλιν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Ἰδοὺ πάλιν ἄλλος μάρτυς. Καὶ ὅρα πῶς αὐτὸν καὶ ἀξιόπιστον ποιεῖ. Ἀνανίας δέ τις, φησὶν, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν Ἰουδαίων, εἰσελθὼν πρός με καὶ ἐπιστὰς, εἶπέ μοι· Ἀνάβλεψον. Οὕτως οὐδὲν ἀλλότριόν ἐστι. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα. Εἶτα ἡ διὰ τῶν πραγμάτων μαρτυρία. Καὶ ὅρα διὰ προσώπων καὶ πραγμάτων αὐτὴν πλεκομένην, προσώπων οἰκείων τε καὶ ἀλλοτρίων. Πρόσωπα οἱ ἱερεῖς, οἱ πρεσβύτεροι, οἱ συνοδεύοντες τὰ πράγματα ἃ ἐποίει, ἃ ἔπαθε· καὶ πράγματα πράγμασι μαρτυρεῖ, οὐχὶ πρόσωπα μόνον. Ἢ καὶ ἑτέρως· ἀλλότριος ὁ Ἀνανίας· εἶτα τὸ πρᾶγμα αὐτὸ, ἡ ἀνάβλεψις· εἶτα προφητεία μεγάλη. Ὁ δὲ εἶπε, φησίν· Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον. Καλῶς εἶπε, Τῶν πατέρων, ἵνα δείξῃ αὐτοὺς οὐκ ὄντας Ἰουδαίους, ἀλλὰ ἀλλοτρίους τοῦ νόμου, καὶ φθόνῳ, οὐχὶ ζήλῳ ποιοῦντας. Γνῶναι, φησὶ, τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον. Οὐκοῦν αὐτοῦ θέλημα τοῦτο. Ὅρα πῶς ἐν τάξει διηγήσεως διδασκαλία ἐστί. Καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, ὅτι ἔσῃ μάρτυς αὐτοῦ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας. Καὶ ἰδεῖν, φησὶ, τὸν δίκαιον· τέως τοῦτο λέγει. Εἰ δὲ δίκαιος, οὗτοι ὑπεύθυνοι. Καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. Ὅρα πῶς τὸ πρᾶγμα ἐπαίρει. Ὅτι ἔσῃ, φησὶ, μάρτυς αὐτοῦ. Οὐκοῦν διὰ τοῦτο οὐ προδώσεις τὴν ὄψιν, καὶ τὴν ἀκρόασιν, ὧν τε ἑώρακας ὧν τε ἤκουσας· δι' ἑκατέρων τῶν αἰσθήσεων αὐτὸν πιστοῦται. Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι, καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ. γʹ. Ἐνταῦθα μέγα ἐφθέγξατο. Οὐ γὰρ εἶπεν, Εἰς τὸ ὄνομα αὐτοῦ βάπτισαι· ἀλλ', Ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Χριστοῦ. Τοῦτο δὲ δεικνύντος ἐστὶν αὐτὸν Θεὸν 60.330 ὄντα· οὐ γὰρ ἔνι ἕτερόν τινα ἐπικαλέσασθαι, εἰ μὴ τὸν Θεόν. Εἶτα δείκνυσι καὶ ἑαυτὸν οὐκ ἀναγκασθέντα δι' ὧν λέγει· Ὁ δὲ Κύριος εἶπε πρός με· Πορεύου εἰς ∆αμασκὸν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Οὐδὲν ἀμάρτυρον, ἀλλὰ πόλεως ὁλοκλήρου μαρτυρίαν παράγει, ἥ γε καὶ εἶδεν αὐτὸν χειραγωγούμενον. Ὅρα δὲ καὶ τὴν προφητείαν ἐξελθοῦσαν, ἣν ἤκουσε μάρτυρα αὐτὸν ἔσεσθαι τοῦ Κυρίου. Μάρτυς γὰρ ὄντως αὐτοῦ γέγονε, καὶ μάρτυς ὡς χρὴ, καὶ δι' ὧν ἔπραξε, καὶ δι' ὧν εἶπε. Τοιούτους καὶ ἡμᾶς εἶναι χρὴ μάρτυρας, καὶ μὴ προδιδόναι, ἃ ἐνεπιστεύθημεν· οὐ περὶ δογμάτων λέγω μόνον, ἀλλὰ καὶ περὶ βίου. Ὅρα γάρ· ὅτι εἶδεν, ὅτι ἤκουσε, μαρτυρεῖ πᾶσιν ἀνθρώποις, καὶ οὐδὲν αὐτὸν ἐκώλυσε. Καὶ ἡμεῖς ἠκούσαμεν, ὅτι