1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

254

ἔστιν ἀνάστασις καὶ μυρία ἀγαθά· οὐκοῦν ὀφείλομεν τοῦτο μαρτυρῆσαι πᾶσιν ἀνθρώποις. Καὶ μὴν μαρτυροῦμεν, φησὶ, καὶ πιστεύομεν. Πῶς, τἀναντία πράττοντες; Εἰπὲ δή μοι· εἴ τις ἑαυτὸν ἔλεγε Χριστιανὸν, εἶτα ἀποστὰς τὰ Ἰουδαϊκὰ ἐφρόνει, ἄρα ἤρκεσεν ἂν ἡ μαρτυρία αὕτη; Οὐδαμῶς· ἀπὸ γὰρ τῶν ἔργων τὴν μαρτυρίαν ἐζήτουν ἄν. Οὕτω δὴ καὶ ἡμεῖς, εἰ λέγομεν ὅτι ἀνάστασίς ἐστι καὶ μυρία ἀγαθὰ, εἶτα καταφρονοῦμεν αὐτῶν, καὶ τὰ ἐνταῦθα προτιμῶμεν, τίς ἡμῖν πιστεύσει; οὐ γὰρ οἷς λέγομεν, ἀλλ' οἷς πράττομεν προσέχουσιν ἅπαντες. Μάρτυς ἔσῃ, φησὶ, πρὸς πάντας ἀνθρώπους· οὐχὶ πρὸς τοὺς οἰκείους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀπίστους· οἱ γὰρ μάρτυρες τοῦτό εἰσιν, οὐχὶ τοὺς εἰδότας πείθουσιν, ἀλλὰ τοὺς οὐκ εἰδότας. Γενώμεθα ἀξιόπιστοι μάρτυρες. Πῶς δὲ ἐσόμεθα ἀξιόπιστοι; Ἀπὸ τοῦ βίου. Ἐπέθεντο ἐκείνῳ Ἰουδαῖοι· ἐπιτίθενται ἡμῖν τὰ πάθη κελεύοντα ἐξομόσασθαι τὴν μαρτυρίαν. Ἀλλὰ μὴ πειθώμεθα· μάρτυρές ἐσμεν παρὰ τοῦ Θεοῦ πεμφθέντες. Κρίνεται παρὰ ἀνθρώποις τισὶν ὁ Θεὸς, ὅτι οὐκ ἔστι Θεός· ἔπεμψεν ἡμᾶς μαρτυρήσοντας αὐτῷ. Μαρτυρήσωμεν καὶ πείσωμεν τοὺς δικάζοντας· ἂν μὴ μαρτυρήσωμεν, καὶ τῆς ἐκείνων πλάνης ἡμεῖς ἐσμεν αἴτιοι. Εἰ δὲ ἐν δικαστηρίῳ, ἔνθα βιωτικὰ πράγματα, οὐκ ἄν τις δέξαιτο μάρτυρα μυρίων γέμοντα κακῶν· πολλῷ μᾶλλον ἐνταῦθα, ἔνθα περὶ τοιούτων πραγμάτων ἡ σκέψις ἐστίν. Ἡμεῖς λέγομεν, ὅτι ἠκούσαμεν τοῦ Χριστοῦ, καὶ πιστεύομεν οἷς ἐπηγγείλατο· λέγουσιν ἐκεῖνοι· ∆είξατε τοῦτο διὰ τῶν ἔργων· ὁ γὰρ βίος ὑμῶν τὰ ἐναντία μαρτυρεῖ, ὅτι οὐ πιστεύετε. Τοὺς χρηματιζομένους, τοὺς ἁρπάζοντας, τοὺς πλεονεκτοῦντας βούλεσθε ἴδωμεν; τοὺς πενθοῦντας, τοὺς κοπτομένους, τοὺς οἰκοδομοῦντας, τοὺς πάντα πραγματευομένους, ὡς οὐκ ἀποθανουμένους; Εἰ τοίνυν ὅτι ἀποθανεῖσθε οὐ πιστεύετε, πράγματι οὕτω δήλῳ καὶ φανερῷ, πῶς ὑμῖν πιστεύσομεν μαρτυροῦσιν; Εἰσὶ γὰρ, εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ οὕτω διάκεινται, ὡς οὐκ ἀποθανούμενοι. Ὅταν γὰρ ἐν γήρᾳ μακρῷ ἄρχωνται οἰκοδομεῖν καὶ γεωργεῖν, πότε λογισμὸν λήψονται θανάτου; Οὐ μικρὰ ἡ κόλασις ἡμῖν κληθεῖσι μὲν εἰς μαρτυρίαν, μὴ δυνηθεῖσι δὲ μαρτυρῆσαι ἃ εἴδομεν. Εἴδομεν καὶ ἡμεῖς ὀφθαλμοῖς τοὺς ἀγγέλους, καὶ σαφέστερον τῶν ἑωρακότων. Οὐκοῦν μαρτυρήσωμεν τῷ Χριστῷ· οὐ γὰρ δὴ ἐκεῖνοι μάρτυρες μόνον, ἀλλὰ καὶ ἡμεῖς. ∆ιὰ τοῦτο ἐκεῖνοι λέγονται μάρτυρες, ὅτι κελευόμενοι ἐξομόσασθαι πάντα ὑπομένουσιν, ἵνα τὴν ἀλήθειαν εἴπωσι· καὶ ἡμεῖς, ὅταν ὑπὸ τῶν παθῶν κελευώμεθα ἐξομόσασθαι, μὴ ἡττώμεθα. Ὁ χρυσὸς λέγει· Εἰπὲ, ὅτι ὁ Χριστὸς οὐκ ἔστι Χριστός· μὴ οὖν ἄκουε σὺ ὡς Θεοῦ, ἀλλὰ καταφρόνησον τῶν ἐκείνου 60.331 προσταγμάτων. Αἱ ἐπιθυμίαι αἱ πονηραὶ τὸ αὐτὸ λέγουσιν· ἀλλὰ σὺ μὴ παραπεισθῇς, ἀλλὰ στῆθι γενναίως, ἵνα μὴ καὶ περὶ ἡμῶν λαληθῇ· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Τοῦτο γὰρ οὐ μαρτύρων, ἀλλὰ τὸ ἐναντίον. Καὶ τὸ μὲν τοὺς ἄλλους ἀρνεῖσθαι, οὐδὲν θαυμαστόν· τὸ δὲ ἡμᾶς τοὺς εἰς μαρτύριον κληθέντας ἐξάρνους γενέσθαι, βαρὺ καὶ φορτικόν· τοῦτο μάλιστα βλάπτει τὰ ἡμέτερα. Εἰς μαρτύριον αὐτοῖς ἀποβήσεται, φησίν· ἀλλ' ὅταν οὐκ ἀποπηδήσωμεν, ὅταν ἐνστῶμεν. Εἰ πάντες ἐβουλόμεθα μαρτυρεῖν τῷ Χριστῷ, ταχέως ἂν ἐπείσαμεν τῶν Ἑλλήνων τοὺς πολλούς. Μέγα βίος, ἀγαπητοί· κἂν σφόδρα θηριώδης ᾖ τις, κἂν φανερῶς οὐ καταγινώσκῃ διὰ τὸ δόγμα, ἀλλ' ἀποδέχεται λάθρα, ἀλλ' ἐπαινέσεται, ἀλλὰ θαυμάσεται. Καὶ πόθεν, φησὶν, ἂν γένοιτο βίος ἄριστος; Οὐδαμόθεν, ἀλλ' ἢ ἀπὸ θείας ἐνεργείας. Τί οὖν, ὅταν καὶ Ἕλληνες ὦσι τοιοῦτοι; Ἐκεῖνοι εἴ που καὶ εἶεν τοιοῦτοι, οἱ μὲν φύσει, οἱ δὲ διὰ κενοδοξίαν. Βούλει μαθεῖν, ὅση ἡ τοῦ βίου λαμπρότης, ὅσην ἔχει τὴν πειθώ; Πολλοὶ τῶν αἱρετικῶν οὕτως ἴσχυσαν, καὶ τὰ δόγματα καίτοι αὐτοῖς ὄντα διεφθαρμένα, οἱ πολλοὶ τῶν ἀνθρώπων αἰδοῖ τῇ περὶ τὸν βίον οὐκ ἔτι τὸ δόγμα ἐξήτασαν· ἄλλοι δὲ καὶ καταγινώσκοντες αὐτῶν διὰ τὸ δόγμα, ᾐδέσθησαν διὰ τὸν βίον· οὐ καλῶς μὲν, πλὴν ὅμως τοῦτο ἔπαθον. Τοῦτο τὰ σεμνὰ τῆς πίστεως τῆς ἡμετέρας διέβαλε, τοῦτο τὰ πάντα ἀνέτρεψε, τὸ μηδένα λόγον εἶναι βίου μηδενὶ, τοῦτο τῇ πίστει λυμαίνεται.