257
Ναί. Ἀπεκρίθη ὁ χιλίαρχος· Ἐγὼπολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλός φησιν· Ἐγὼ δὲ καὶ γεγέννημαι. Εὐθέως δὲ ἀπέστησαν ἀπ' αὐτοῦ οἱ μέλλοντες ἀνετάζειν αὐτόν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς, ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς. Ἐγὼ δὲ, φησὶ, καὶ γεγέννημαι. Ἄρα καὶ πατρὸς ἦν Ῥωμαίου. Τί οὖν ἀπὸ τούτου γίνεται; Λύσας κατήγαγεν αὐτὸν πρὸς τοὺς Ἰουδαίους. Οὕτως οὐκ ἦν ψεῦδος τὸ εἰπεῖν ἑαυτὸν Ῥωμαῖον, ὅτι καὶ ἀπώνατο ἀπ' αὐτοῦ λυθεὶς τοῦ δεσμοῦ· καὶ πῶς, ἄκουε· Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς, τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν, καὶ ἐκέλευσε συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον· καὶ καταγαγὼν τὸν Παῦλον, ἔστησεν εἰς αὐτούς. Ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ εἶπεν. Οὐκέτι πρὸς τὸν χιλίαρχον, ἀλλὰ πρὸς τὸ πλῆθος καὶ τὸν δῆμον πάντα διαλέγεται. Καὶ τί φησιν; Ἄνδρες ἀδελφοὶ, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. Ὃ λέγει, τοῦτό ἐστιν· Οὐ σύνοιδα ἐμαυτῷ τι ἠδικηκὼς ὑμᾶς, οὐδὲ ἄξιον τῶν δεσμῶν τούτων πράττων. Τί οὖν ὁ ἀρχιερεύς; ∆έον κατανυγῆναι ἐφ' οἷς εἰς χάριν αὐτῶν ἀδίκως ἐδέδετο, ὁ δὲ καὶ προσεπιτίθησι, καὶ κελεύει τύπτεσθαι αὐτόν· ὃ καὶ δῆλον ἐξ ὧν ὑπήγαγεν. Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας τοῖς παρεστῶσιν αὐτὸν ἐπέταξε τύπτειν αὐτοῦ τὸ στόμα. Καλά γε· ἐπιεικὴς ὁ ἀρχιερεύς. Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε· Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε. Καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; Οἱ δὲ παρεστῶτες εἶπον· Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; Ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. βʹ. Τινὲς μὲν οὖν φασιν, ὅτι εἰδὼς εἰρωνεύεται· ἐμοὶ δὲ δοκεῖ, ὅτι οὐδὲ ὅλως ᾔδει, ὅτι ἐστὶν ἀρχιερεύς· ἦ γὰρ ἂν καὶ ἐτίμησε· διὸ καὶ ἀπολογεῖται ὡς κατηγορίας οὔσης, καὶ ἐπάγει· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Τί οὖν; φησίν· εἰ γὰρ μὴ ἄρχων ἦν, ἄλλον ἁπλῶς ὑβρίζειν ἔδει; Οὐδαμῶς, ἀλλὰ καὶ ὑβριζόμενον μᾶλλον ἐνεγκεῖν. Ἄξιον δὲ ζητῆσαι, πῶς ἀλλαχοῦ ὁ αὐτὸς λέγων, Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, ἐνταῦθα τοὐναντίον ποιεῖ, καὶ οὐ λοιδορεῖται μόνον, ἀλλὰ καὶ ἐπαρᾶται; Ἄπαγε, οὐδέτερον τούτων φαίνεται πεποιηκώς· ἀλλὰ τῷ ἀκριβῶς σκοποῦντι παῤῥησίας μᾶλλόν ἐστι τὰ ῥήματα ἢ θυμοῦ· ἄλλως δὲ οὐκ ἐβούλετο εὐκαταφρόνητος φανῆναι τῷ χιλιάρχῳ. Εἰ γὰρ αὐτὸς μὲν ἐφείσατο μαστίξαι ὡς δὴ τοῖς Ἰουδαίοις ἐκδίδοσθαι μέλλοντα, τὸ ὑπὸ τῶν οἰκετῶν τύπτεσθαι, μᾶλλον ἂν ἐκεῖνον θρασύτερον εἰργάσατο· διὰ τοῦτο οὐδὲ πρὸς τὸν παῖδα ἀποτείνεται, ἀλλὰ πρὸς αὐτὸν τὸν ἐπιτάξαντα, τοῦτο κατασκευάζων. Τὸ δὲ, Τοῖχε κεκονιαμένε, καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, εἶπε, μονονουχὶ τοῦτο αὐτῷ λέγων· Ὑπεύθυνος ὢν καὶ μυρίων πληγῶν ἄξιος. Ὅρα γοῦν πῶς αὐτοῦ κατεπλάγησαν τὴν παῤῥησίαν ὁ δῆμος. ∆έον γὰρ ἀνατρέψαι τὸ πᾶν, παροινοῦσι μᾶλλον. Αὐτὸς δὲ καὶ τὸν νόμον ὑπαναγινώσκει, ἐπειδὴ βούλεται δεῖξαι, ὅτι οὐ διὰ τὸ φοβηθῆναι, οὐδὲ διὰ τὸ μὴ ἄξιον εἶναι ἀκοῦ 60.335 σαι, ταῦτα οὕτως εἶπεν, ἀλλὰ τῷ νόμῳ καὶ ἐνταῦθα πειθόμενος. Καὶ σφόδρα πείθομαι μὴ εἰδέναι αὐτὸν, ὅτι ἀρχιερεύς ἐστι, διὰ μακροῦ μὲν ἐπανελθόντα χρόνου, μὴ συγγινόμενον δὲ συνεχῶς Ἰουδαίοις, ὁρῶντα δὲ καὶ ἐκεῖνον ἐν τῷ μέσῳ μετὰ πολλῶν καὶ ἑτέρων· οὐκέτι γὰρ δῆλος ἦν ὁ ἀρχιερεὺς πολλῶν ὄντων καὶ διαφόρων. Οὕτω μοι καὶ τοῦτο πρὸς αὐτοὺς ἀποτείνασθαι δοκεῖ, δεικνὺς, ὅτι νόμῳ πείθεται, καὶ διὰ τοῦτο ἀπολογεῖται. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Προσευχομένου μου, φησὶν, ἐν τῷ ἱερῷ, ἐγένετο γενέσθαι με ἐν ἐκστάσει. Ἵνα δηλώσῃ, ὅτι οὐχ ἁπλῶς φαντασία ἦν, διὰ τοῦτο προσέθηκε τὸ, Προσευχομένου μου. Σπεῦσον καὶ ἔξελθε ἐν τάχει, φησὶ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχὶ φοβούμενος αὐτῶν τοὺς κινδύνους ἔφυγεν, ἀλλ' ὅτι οὐκ ἐδέχοντο τὴν μαρτυρίαν αὐτοῦ. ∆ιὰ τί δὲ εἶπεν, ὅτι Αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην δεσμεύων; Οὐκ ἀντιλέγων τῷ Χριστῷ, μὴ γένοιτο· ἀλλὰ βουλόμενος μαθεῖν τὸ οὕτω παράδοξον. Πορεύου, φησὶν, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν