1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

258

ἐξαποστελῶ σε. Ὅρα· οὐκ ἐδίδαξεν αὐτὸν ὁ Χριστὸς, τί δεῖ ποιεῖν, ἀλλ' εἶπε μόνον ἀπελθεῖν, καὶ πείθεται· τοσοῦτον ἦν καταπειθής! Καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, φησὶ, λέγοντες· Αἶρε αὐτόν· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν. Ὢ τῆς θρασύτητος! καὶ μὴν ὑμᾶς οὐ καθήκει ζῇν, οὐχὶ τοῦτον τὸν πάντα πειθόμενον τῷ Θεῷ. Ὦ μιαροὶ καὶ ἀνδροφόνοι. Καὶ τὰ ἱμάτια ἐκτινάσσοντες, φησὶ, κονιορτὸν ἔβαλον. Ὥστε χαλεπωτέραν γενέσθαι τὴν στάσιν τοῦτο ποιοῦσιν, ἢ καὶ φοβῆσαι βουλόμενοι τὸν ἄρχοντα. Καὶ ὅρα· οὐ λέγουσι τὴν αἰτίαν, ἐπειδὴ μηδὲν εἶχον εἰπεῖν, ἀλλὰ τῇ βοῇ καταπλήξειν οἴονται· καὶ μὴν παρὰ τῶν κατηγόρων ἐχρῆν μαθεῖν. Καὶ ὁ χιλίαρχος ἐφοβήθη, φησὶν, ἐπιγνοὺς, ὅτι Ῥωμαῖός ἐστιν. Οὐκ ἄρα ψεῦδος ἦν τὸ Ῥωμαῖον ἑαυτὸν εἶναι τὸν Παῦλον εἰπεῖν. Καὶ ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν, φησὶ, καὶ καταγαγὼν ἔστησεν εἰς τὸ συνέδριον. Τοῦτο ἔδει ποιῆσαι παρὰ τὴν ἀρχὴν, καὶ μήτε δῆσαι, μήτε βουληθῆναι μαστίξαι, ἀλλὰ καταλιπεῖν μηδὲν τοιοῦτό τι ποιήσαντα, ὥστε καὶ δεσμεῖσθαι. Καὶ ἔλυσεν αὐτὸν, φησὶ, καὶ καταγαγὼν εἰς αὐτοὺς ἔστησε. Τοῦτο μάλιστα ἠπόρησαν οἱ Ἰουδαῖοι. Ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ, φησὶν, εἶπεν· Ἄνδρες ἀδελφοί. Ἐνταῦθα τὴν παῤῥησίαν αὐτοῦ δείκνυσιν, τὸ ἀκατάπληκτον. Ἀλλ' ὅρα καὶ ἐκείνων τὸ ἰταμόν· ἐπήγαγε γάρ· Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας τύπτειν αὐτοῦ τὸ στόμα ἐπέταξε. ∆ιὰ τί τύπτεις; τί γὰρ εἶπεν ὑβριστικόν; Ὢ τῆς ἀναισχυντίας! ὢ τῆς θρασύτητος! Τότε ὁ Παῦλος πρὸς αὐτὸν, φησὶν, εἶπε· Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε. Βαβαὶ τῆς παῤῥησίας! εἰς ὑπόκρισιν αὐτὸν καὶ παρανομίαν διασύρει· διὰ τοῦτο γοῦν καὶ καταστέλλεται. Καὶ αὐτὸς μὲν ἀπορῶν οὐδὲν τολμᾷ εἰπεῖν, ἀλλ' οἱ παρ' αὐτὸν, οὐκ ἐνεγκόντες αὐτοῦ τὴν παῤῥησίαν. Οὕτως εἶδον ἄνθρωπον θανατῶντα, καὶ οὐχ ὑπέμειναν. Οὐκ ᾔδειν, φησὶν, ὅτι ἀρχιερεύς ἐστιν. Ἄρα ἀγνοίας ἡ ἐπιτίμησις ἦν· εἰ γὰρ μὴ τοῦτο ἦν, κἂν λαβὼν αὐτὸν ἀπῆλθε, καὶ οὐκ ἐσίγησε, κἂν ἐξέδωκεν αὐτοῖς αὐτὸν ὁ χιλίαρχος. Ἐνταῦθα δείκνυσιν, ὅτι ἑκὼν πάσχει ἃ πάσχει· καὶ οὕτως ἀπολογεῖται πρὸς αὐτοὺς τῷ νόμῳ πειθόμενος 60.336 οὐχὶ αὐτοῖς ἐνδείξασθαι βουλόμενος· ἐπεὶ ἐκείνων καὶ κατεγνώκει σφόδρα. ∆ιὰ τὸν νόμον τοίνυν ἀπολογεῖται, ἀλλ' οὐ διὰ τὸν δῆμον· εἰκότως· τὸ γὰρ τὸν οὐδὲν ἠδικηκότα ἀναιρεῖν, καὶ ταῦτα ἀθῶον ὄντα, παράνομον ἦν. Οὐκοῦν οὐδὲ ὕβρις τὸ παρ' αὐτοῦ εἰρημένον, εἰ μὴ καὶ τὰ τοῦ Χριστοῦ ὕβριν εἴποι τις ἂν, ὅταν λέγῃ· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι παρομοιάζετε τοίχοις κεκονιαμένοις. Ναὶ, φησίν· ἀλλ' εἰ πρὸ τοῦ τυπτηθῆναι εἶπεν, οὐκ ἦν θυμοῦ, ἀλλὰ παῤῥησίας. Ἀλλ' εἶπον τὴν αἰτίαν, ὅτι οὐκ ἐβούλετο καταφρονηθῆναι. Καὶ μὴν ὁ Χριστὸς πολλαχοῦ ὕβρισεν Ἰουδαίους αὐτὸς ὑβρισθεὶς, ὡς ὅταν λέγῃ· Μὴ δοκεῖτε, ὅτι ἐγὼ κατηγορήσω ὑμῶν. Ἀλλ' οὐκ ἔστι τοῦτο ὕβρις, μὴ γένοιτο. Ὅρα γοῦν, πρὸς ἐκείνους μεθ' ὅσης ἐπιεικείας διαλέγεται. Οὐκ ᾔδειν, ὅτι ἀρχιερεύς ἐστι, φησὶ, τοῦ Θεοῦ. Τοῦτο εἶπε, καὶ οὐκ ἔστη, ἀλλὰ δεικνὺς, ὅτι οὐκ εἰρωνεύεται, ἐπάγει· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Βλέπεις, πῶς καὶ ἄρχοντα αὐτὸν ἔτι ὁμολογεῖ; Μάθωμεν τοίνυν καὶ ἡμεῖς τὴν ἐπιείκειαν, ἵνα ἐν ἑκατέροις ὦμεν ἀπηρτισμένοι. Πολλῆς γὰρ ἀκριβείας δεῖ, ὥστε μαθεῖν τί μὲν τοῦτο, τί δὲ ἐκεῖνο· ἀκριβείας δὲ δεῖ, ὅτι παρυφεστᾶσιν αὐταῖς αἱ κακίαι, τῇ μὲν παῤῥησίᾳ θρασύτης, τῇ δὲ ἐπιεικείᾳ ἀνανδρία· καὶ δέον περισκοπεῖν, μὴ τὴν κακίαν τις κατέχων, δόξῃ τὴν ἀρετὴν ἔχειν· ὥσπερ ἂν εἴ τις δοκῶν τῇ δεσποίνῃ συγγίνεσθαι, ἀγνοοίη τῇ θεραπαινίδι συνών. Τί οὖν ἐστιν ἐπιείκεια, καὶ τί ἀνανδρία; Ὅταν ἑτέροις μὲν ἀδικουμένοις μὴ ἀμύνωμεν, ἀλλὰ σιγῶμεν αὐτοὶ, τοῦτο ἀνανδρίας ἐστίν· ὅταν δὲ αὐτοὶ κακῶς πάσχοντες φέρωμεν, τοῦτο ἐπιείκεια. Τί παῤῥησία; Πάλιν τὸ αὐτὸ, ὅταν ὑπὲρ ἑτέρων ἀγωνιζώμεθα. Τί δαὶ θρασύτης; Ὅταν ὑπὲρ ἡμῶν αὐτῶν ἀμύνεσθαι βουλώμεθα. Ὥστε μεγαλοψυχία ὁμοῦ καὶ παῤῥησία, καὶ θρασύτης πάλιν καὶ ἀνανδρία. Ὁ γὰρ ὑπὲρ ἑαυτοῦ μὴ ἀλγῶν, δυσκόλως ὑπὲρ ἑτέρων ἀλγήσει· ὁ δὲ ἑαυτῷ μὴ ἀμύνων, δυσκόλως ἑτέροις οὐκ ἀμυνεῖται. Ὅταν γὰρ καθαρὸν ᾖ τὸ ἦθος ἡμῖν πάθους, δέχεται