260
καὶ τοὺς κακῶς πάσχοντας· ἆρα οὐκ ἂν μέγα ἡγήσαιο τοῦτο; Τοῦτο δὴ κἀνταῦθα λογιζώμεθα. Τύραννός ἐστι τὰ πάθη· ἐὰν οὖν καταφρονήσωμεν αὐτῶν, μεγάλοι ἐσόμεθα· ἂν δὲ καὶ ἑτέρους ἐξελκύσωμεν, πολλῷ μείζους· εἰκότως. Οἱ γὰρ οὐχ ἑαυτοῖς ἀρκοῦντες μόνον, ἀλλὰ καὶ ἑτέροις, μείζους τῶν μηδέτερον ποιούντων. Ἂν δὲ ἐπιταττόμενός τις ὑπὸ τυράννου τὸν μὲν τῶν ὑπηκόων τύπτῃ, τὸν δὲ ἕλκῃ, ἄλλον δὲ ὑβρίζῃ, ἆρα τοῦτο μεγαλοψυχίας ἐροῦμεν; Οὐ δῆτα· καὶ τοσούτῳ πλέον, ὅσῳ ἂν μέγας ᾖ. Οὕτω καὶ ἐφ' ἡμῶν· νῦν μὲν γὰρ πρόκειται ἡ ψυχὴ εὐγενής τις οὖσα καὶ ἐλευθέρα· ταύτην δὲ ὁ ἄσωτος τύπτεσθαι ἐκέλευσεν ὑπὸ τῶν παθῶν· τὸν οὖν ἑαυτὸν τύπτοντα, τοῦτον μεγαλόψυχον φήσομεν; Οὐδαμῶς. Οὐκοῦν μάθωμεν τίς μὲν ἡ μεγαλοψυχία, τίς δὲ ἡ ἀσωτία, τίς ἡ οἰκονομία καὶ τίς ἡ μικρολογία, τίς ἡ ἐπιείκεια καὶ ἀνανδρία, τίς παῤῥησία καὶ τίς θρασύτης· ἵνα ταῦτα ἀπ' ἀλλήλων διελόντες, δυνηθῶμεν εὐαρέστως τῷ Κυρίῳ τὸν παρόντα βίον διαγαγεῖν, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.337 ΟΜΙΛΙΑ ΜΘʹ. Γνοὺς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν μέρος ἐστὶ
Σαδδουκαίων· τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοὶ, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Ταῦτα δὲ αὐτοῦ λαλήσαντος, ἐγένετο στάσις τῶν Σαδδουκαίων καὶ Φαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι μὲν γὰρ λέγουσι, μὴ εἶναι ἀνάστασιν, μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.
αʹ. Πάλιν ἀνθρωπίνως διαλέγεται, καὶ οὐ πανταχοῦ τῆς χάριτος ἀπολαύει,
ἀλλὰ καὶ παρ' ἑαυτοῦ τι συγχωρεῖται εἰσφέρειν· ὃ δὴ καὶ ποιεῖ, καὶ ἐν τούτῳ καὶ ἐν τῷ μετὰ ταῦτα ἀπολογεῖται, βουλόμενος σχίσαι τὸ πλῆθος τὸ κακῶς ὁμονοοῦν κατ' αὐτοῦ. Καὶ οὐ ψεύδεται οὐδὲ ἐνταῦθα, Φαρισαῖον ἑαυτὸν λέγων· Φαρισαῖος γὰρ ἦν ἐκ προγόνων. ∆ιὰ τοῦτο καὶ οὕτως ἀπολογεῖται· Φαρισαῖος ἐγώ εἰμι, υἱὸς Φαρισαίου, καὶ περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Ἐπειδὴ γὰρ ἐκεῖνοι οὐκ ἐβούλοντο εἰπεῖν διὰ τί κρίνουσιν αὐτὸν, ἀναγκάζεται λοιπὸν αὐτὸς ἐξειπεῖν. Φαρισαῖοι δὲ, φη 60.338 σὶν, ὁμολογοῦσι τὰ ἀμφότερα. Καὶ μὴν τρία ἐστί· πῶς οὖν λέγει Ἀμφότερα; Ἢ ὅτι πνεῦμα καὶ ἄγγελος ἕν ἐστιν, ἢ ὅτι οὐ μόνον ἡ λέξις περὶ δύο, ἀλλὰ καὶ περὶ τριῶν λαμβάνεται. Καταχρηστικῶς οὖν οὕτως εἶπε, καὶ οὐ κυριολογῶν. Καὶ ὅρα· ὅτε μετ' αὐτῶν ἔστη, τότε ἀπολογοῦνται ὑπὲρ αὐτοῦ. Ἐγένετο γὰρ, φησὶ, κραυγὴ μεγάλη· καὶ ἀναστάντες τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ. Εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν. Καὶ διὰ τί μὴ πρὸ τούτου ὑπὲρ αὐτοῦ ἀπελογήσαντο; Ὅτι αὐτοῖς οὔπω συνεμίγνυτο, οὐδὲ δῆλον ἦν, πρὶν ἀπολογήσεται, Φαρισαῖος ἄνωθεν ὤν. Ὁρᾷς, ὅταν τὰ πάθη ὑποχωρήσῃ, πῶς ἡ ἀλήθεια εὑρίσκεται; Ὃ δὲ λέγουσι, τοῦτό ἐστι· ποῖον ἔγκλημα, εἰ ἄγγελος αὐτῷ ἐλάλησεν, εἰ πνεῦμα, καὶ ὑπ' αὐτοῦ κατηχηθεὶς, οὕτω τὰ περὶ ἀναστάσεως ἐκδιδάσκει; Οὐκοῦν αὐτοῦ ἀποστῶμεν, μὴ αὐτῷ πολεμοῦντες καὶ θεομάχοι εὑρεθῶμεν. Ὅρα συνετῶς αὐτοὺς ὑπεραπολογουμένους, καὶ τὸν Παῦλον οὐδεμίαν αὐτοῖς διδόντα λαβήν. Πολλῆς δὲ γενομένης στάσεως, φοβηθεὶς ὁ χιλίαρχος, μὴ διασπασθῇ ὁ 60.339 Παῦλος ὑπ' αὐτῶν, ἐκέλευσε τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἀγαγεῖν τε εἰς τὴν παρεμβολήν. Φοβεῖται λοιπὸν ὁ χιλίαρχος, μὴ διασπασθῇ, ἐπειδὴ εἶπεν, ὅτι Ῥωμαῖός ἐστιν· ὅθεν καὶ οὐκ ἀκίνδυνον ἦν τὸ