261
πρᾶγμα. Ὁρᾷς, ὅτι δικαίως ὡμολόγησεν ἑαυτὸν Ῥωμαῖον εἶναι; ἦ γὰρ ἂν οὐδὲ νῦν ἐφοβήθη. Καὶ τὸ μὲν στράτευμα λοιπὸν ἁρπάζει αὐτόν. Ὡς δὲ εἶδον οἱ μιαροὶ πάντα ἀνήνυτα, δι' ἑαυτῶν τὸ πᾶν ποιοῦσι, βουληθέντες μὲν καὶ πρὸ τούτου, κωλυθέντες δέ· οὕτως οὐδαμοῦ ἵσταται ἡ κακία τοσούτοις ἐγκοπτομένη· καίτοι πόσα ᾠκονομήθη, ὥστε καὶ τοῦ θυμοῦ καθυφεῖναι, καὶ μαθεῖν δι' ὧν ἐδύναντο ἀνενεγκεῖν. Ἀλλ' οὐδὲν ἧττον ἐφίστανται. Ἱκανὴ γοῦν ἐκείνη ἡ ἀπολογία, τὸ μέλλοντα διασπᾶσθαι τὸν ἄνθρωπον ἁρπάζεσθαι, καὶ τοσούτους κινδύνους διαφυγεῖν· Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος, εἶπε· Θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. Γενομένης δὲ ἡμέρας, ποιήσαντες οἱ Ἰουδαῖοι συστροφὴν, ἀνεθεμάτισαν ἑαυτοὺς μὴ φαγεῖν μηδὲ πιεῖν, ἕως οὗ ἀνέλωσι τὸν Παῦλον. Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες. Ἀνεθεμάτισαν ἑαυτοὺς, φησίν. Ὁρᾷς πῶς εἰσι σφοδροὶ καὶ ἀμυντικοὶ περὶ τὴν κακίαν; Τί ἐστιν, Ἀνεθεμάτισαν; Ἀντὶ τοῦ, Ἔξω εἶναι τῆς εἰς Θεὸν πίστεως εἶπον, εἰ μὴ τὸ δόξαν κατὰ Παύλου ποιήσαιεν. Ἄρα διαπαντός εἰσιν ἀνατεθεματισμένοι ἐκεῖνοι· οὐ γὰρ ἀπέκτειναν τὸν Παῦλον. Καὶ τεσσαράκοντα ὁμοῦ συνέρχονται. Τοιοῦτον γὰρ τὸ ἔθνος, ὅταν μὲν ἐπὶ ἀγαθῷ δέῃ συμφωνῆσαι, οὐδὲ δύο συντρέχουσιν· ὅταν δὲ ἐπὶ κακῷ, δῆμος ὁλόκληρος. Καὶ λαμβάνουσι κοινωνοὺς καὶ τοὺς ἄρχοντας· διὸ καὶ τοῦτο δηλῶν ἐπήγαγεν· Οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις εἶπον· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι, ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. Νῦν οὖν ὑμεῖς ἐμφανίσατε ἑαυτοὺς τῷ χιλιάρχῳ ἐν τῷ συνεδρίῳ, ὅπως αὐτὸν καταγάγῃ πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ, πρὸ τοῦ ἐγγίσαι αὐτὸν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν, ἀπήγγειλε τῷ Παύλῳ. Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων, ἔφη· Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ. Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν, ἤγαγε πρὸς τὸν χιλίαρχον. Πάλιν δι' ἀνθρωπίνης σώζεται προμηθείας. Καὶ ὅρα· ὁ Παῦλος οὐδένα ἀφίησι μαθεῖν, οὐδὲ τὸν ἑκατόνταρχον, ὥστε μὴ τὸ πρᾶγμα γενέσθαι διάδηλον. Καὶ ἐλθὼν ὁ ἑκατόνταρχος, ἀνήγγειλε τῷ χιλιάρχῳ, λέγων· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με, ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σὲ, ἔχοντά τι λαλῆσαί σοι. Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ' ἰδίαν, ἐπυνθάνετο· Τί ἐστιν, ὃ ἔχεις ἀπαγγεῖλαί μοι; Εἶπε δὲ, ὅτι Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μελλόντων τι ἀκριβέστερον πυνθάνεσθαι παρ' αὐτοῦ. Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαρά 60.340 κοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσι τὸν Παῦλον· καὶ νῦν ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν παρὰ σοῦ ἐπαγγελίαν. Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγγείλας μηδενὶ ἐκλαλῆσαι, ὅτι ἐνεφάνισας ταῦτα πρός με. βʹ. Καλῶς ὁ χιλίαρχος κελεύει κρύψαι, ὥστε μὴ γενέσθαι δῆλον. Καὶ τότε λέγει τοῖς ἑκατοντάρχοις, ὅτε καὶ γενέσθαι ἐχρῆν· καὶ πέμπεται λοιπὸν ἐν Καισαρείᾳ, ἵνα κἀκεῖ διαλεχθῇ ἐπὶ μείζονος θεάτρου καὶ λαμπροτέρου τοῦ ἀκροατηρίου· ἵνα μὴ ἔχωσι λέγειν οἱ Ἰουδαῖοι, ὅτι εἰ εἴδομεν Παῦλον, ἐπιστεύσαμεν ἂν, εἰ ἠκούσαμεν αὐτοῦ διδάσκοντος. Καὶ αὕτη οὖν αὐτοῖς ἐντεῦθεν ἡ ἀπολογία ἐκκόπτεται. Καὶ ἐπιστὰς, φησὶν, ὁ Κύριος εἶπεν αὐτῷ· Θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. Ὅρα, καὶ μετὰ τὸ φανῆναι, πᾶλιν ἀφίησιν αὐτὸν ἀνθρωπίνως σωθῆναι. Καὶ ἄξιον ἐκπλαγῆναι τὸν Παῦλον, πῶς οὐκ ἐθορυβήθη, οὐδὲ εἶπε· Τί δὴ τοῦτό ἐστιν; ἆρα μὴ ἠπάτημαι παρὰ τοῦ Χριστοῦ; Ἀλλ' οὐδὲν τοιοῦτον ἐνενόησεν, οὐδὲ ἔπαθεν, ἀλλὰ μόνον ἐπίστευσεν· οὐ μὴν ἐπειδὴ ἐπίστευσεν, ὕπνωσεν, ἀλλὰ τὰ ἐνόντα ἐξ ἀνθρωπίνης σοφίας συνιδεῖν οὐ