262
προῆκε. Καὶ σκόπει πῶς ἀνάγκην τινὰ ἑαυτοῖς ἐκεῖνοι περιέθηκαν διὰ τοῦ ἀναθεματισμοῦ. Ἰδοὺ νηστεία ἀνδροφονίας μήτηρ. Καθάπερ ὁ Ἡρώδης ἀνάγκην τὴν ἀπὸ τοῦ ὅρκου ἑαυτῷ ἐπέθηκεν· οὕτω δὴ καὶ οὗτοι. Τοιαῦτα γὰρ τὰ διαβολικὰ θήρατρα· προσχήματι δῆθεν εὐλαβείας τὰς παγίδας τίθησι. Καὶ μὴν ἐχρῆν προσελθεῖν, ἐχρῆν αἰτιάσασθαι, δικαστήριον συγκροτῆσαι· ταῦτα γὰρ οὐχ ἱερέων, ἀλλὰ λῃστάρχων, ταῦτα οὐκ ἀρχόντων, ἀλλὰ λυμεώνων. Καὶ ὅρα κακίας ὑπερβολήν. Οὐ μόνον ἀλλήλους διαφθείραντες ἀρκοῦνται, ἀλλὰ καὶ τὸν ἄρχοντα συνδιαφθεῖραι ἐπιχειροῦσι· διὰ τοῦτο ᾠκονομήθη ὥστε κἀκεῖνον μαθεῖν αὐτῶν τὴν ἐπιβουλήν. Αὐτοὶ δὲ οὐ μόνον ἐκ τοῦ μηδὲν ἔχειν εἰπεῖν, ἀλλὰ καὶ ἐκ τοῦ λάθρα ἐπιχειρεῖν ἤλεγξαν ἑαυτοὺς οὐδὲν ὄντας. Εἰκὸς δὲ καὶ μετὰ τὸ ἀποσταλῆναι αὐτὸν, προσελθεῖν τοὺς ἀρχιερεῖς αἰτοῦντας, καὶ καταισχυνθῆναι ἀπράκτους ἀπολυθέντας. Εἰκότως δὲ τοῦτο ποιεῖ ὁ χιλίαρχος· οὐ γὰρ δὴ ἐβούλετο οὔτε χαρίσασθαι οὔτε ἐπινεῦσαι. Καὶ πῶς, φησὶν, ἐπίστευσεν ἀληθῆ εἶναι τὰ ἐπαγγελθέντα παρὰ τοῦ νεανίου; Ἐκ τῶν ἤδη γενομένων ἐστοχάσατο, ὅτι καὶ τοῦτο εἰκὸς ἦν αὐτοὺς ποιῆσαι. Καὶ ὅρα τὴν κακουργίαν· ὥσπερ ἀνάγκην καὶ τοῖς ἀρχιερεῦσιν ἐπέστησαν. Καὶ μὴ θαυμάσῃς· εἰ γὰρ τοσοῦτον εἵλοντο αὐτοὶ, καὶ τὸν κίνδυνον ἀνεδέξαντο πάντα, πολλῷ μᾶλλον καὶ ἐκείνους τοῦτο ποιῆσαι εἰκὸς ἦν. Ὁρᾷς, πῶς διὰ τῆς ψήφου τῶν ἔξω ἀθῶος γίνεται ὁ Παῦλος, ὡς καὶ ὁ Χριστὸς παρὰ Πιλάτου; Ἀλλ' ὅρα καὶ τὴν κακίαν ὑφ' ἑαυτῆς ἀναιρουμένην. Παρέδωκαν μὲν γὰρ αὐτὸν, ὥστε καὶ ἀνελεῖν καὶ καταδικάσαι· γίνεται δὲ τοὐναντίον, καὶ σώζεται, καὶ ἀθῶος εὑρίσκεται. Εἰ γὰρ μὴ οὕτω, κἂν διεσπάσθη· εἰ μὴ οὕτω, κἂν ἀπώλετο, κἂν κατεδικάσθη. Οὐ μόνον δὲ ἐκείνης αὐτὸν τῆς ὁρμῆς ἐξαιρεῖται ὁ χιλίαρχος, ἀλλὰ καὶ ὑπηρέτης αὐτῷ γίνεται, ὥστε ἀκινδύνως διασωθῆναι μετὰ τοσαύτης παρατάξεως· καὶ ὅπως, ἄκουε· ἐπάγει γάρ· Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων, εἶπε· Ἑτοιμάσατέ μοι στρατιώτας διακοσίους, ὅπως πορευθῶσιν εἰς Καισάρειαν, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακο 60.341 σίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτὸς, κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον, ἀγάγωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· γράψας ἐπιστολὴν, περιέχουσαν τὸν τύπον τοῦτον· Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. Τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ' αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην μαθὼν, ὅτι Ῥωμαῖός ἐστι· βουλόμενος δὲ γνῶναι τὴν αἰτίαν, δι' ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν. Ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα. Μηνυθείσης δέ μοι ἐπιβουλῆς μέλλειν ἔσεσθαι εἰς τὸν ἄνδρα ὑπὸ τῶν Ἰουδαίων ἐξ αὐτῶν, ἔπεμψα πρὸς σὲ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. Ἔῤῥωσο· Ὅρα καὶ τὴν ἐπιστολὴν ἀπολογίαν ἔχουσαν μὲν ὑπὲρ αὐτοῦ (Οὐδὲν γὰρ, φησὶν, εὗρον ἄξιον θανάτου ἔγκλημα ἔχοντα), κατηγορίαν δὲ κατ' ἐκείνων ἢ κατὰ τούτου· οὕτως ἐθανάτων. Καὶ πρῶτον μέν φησιν, ὅτι Μέλλοντα ἀναιρεῖσθαι ὑπὸ τῶν Ἰουδαίων ἐξειλόμην· εἶτα προστίθησιν, ὅτι Καὶ κατήγαγον αὐτὸν πρὸς αὐτούς· καὶ οὐδ' οὕτως εὗρόν τι ἐγκαλέσαι ἐκεῖνοι· καὶ δέον ὑπὲρ τοῦ προτέρου καταπλαγῆναι καὶ καταισχυνθῆναι, πάλιν ἐπιχειροῦσιν ἀνελεῖν, ὥστε πάλιν λαμπρότερον γενέσθαι τὸν ὑπὲρ αὐτοῦ λόγον. Καὶ τί δήποτε τοὺς κατηγόρους πέμπει; Ἵνα ἐν τῷ δικαστηρίῳ, ἔνθα ταῦτα ἀκριβέστερον γυμνάζεται, ἀθῶος γένηται. Ἴδωμεν τοίνυν ἄνωθεν τὰ εἰρημένα. Ἐγὼ, φησὶ, Φαρισαῖός εἰμι. Τοῦτο εἶπεν, ὥστε αὐτοὺς ἐπισπάσασθαι. Εἶτα ἵνα μὴ δόξῃ κολακεύειν, ἐπάγει· Περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Ἀπὸ τῆς κατηγορίας αὐτῶν καὶ τῆς διαβολῆς συνίστησιν ἑαυτόν· Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἄγγελον, μήτε πνεῦμα. Οὐδὲν ἀσώματον ἴσασι Σαδδουκαῖοι, τάχα οὐδὲ τὸν Θεὸν, παχεῖς τινες ὄντες· ὅθεν οὐδὲ ἀνάστασιν βούλονται εἶναι πιστεύειν. Καὶ ἀναστάντες, φησὶ, γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο