267
ἐν τῷ ἱερῷ. Πῶς οὖν ἐβεβήλωσεν; οὐ γὰρ ἦν τοῦ αὐτοῦ καὶ ἁγνίζεσθαι καὶ προσκυνεῖν, καὶ διὰ τοῦτο ἔρχεσθαι καὶ βεβηλοῦν. Τοῦτο καὶ δικαιολογίας ὑποψίαν ἔχει τὸ μὴ εἰς μακρὸν ἐμπίπτειν τὸν λόγον ἐᾷν Καὶ χαρίζεται τῷ δικαστῇ. Ἐμοὶ δὲ δοκεῖ κἀκείνῳ συστέλλειν τὴν ἀπολογίαν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐπειδὴ πρὸ τούτου μακρὰ ἐδημηγόρησεν ὁ Τέρτυλλος, δεικνὺς ὅτι ἐγκόπτεται, οὐκ εἶπεν, Ἄκουσον τοῦ πράγματος· ἀλλ', Ἵνα σε μὴ ἐπὶ πλεῖον ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν τῇ σῇ ἐπιεικείᾳ. Τάχα θεραπεύων οὕτω τὸν λόγον κατασκευάζει· ἢ καὶ ἀληθῶς τοῦτο ἐπιεικείας τεκμήριον, εἰ παρὸν πολλὰ εἰπεῖν, ὑπὲρ τοῦ μὴ ἐνοχλεῖν ὀλίγα τις λέγοι. Εὕρομεν γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν· ὃς, φησὶ, καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι. Οὐκοῦν οὐκ ἐβεβήλωσε. Τί οὖν, εἰ ἀλλαχοῦ τοῦτο ἐποίησεν; Οὐδαμῶς· ἦ γὰρ ἂν καὶ εἶπε· νῦν δὲ Ἐπείρασε μὲν λέγει, τὸ δὲ πῶς, οὐ προστίθησι. Καὶ τὰ μὲν κατὰ Παύλου οὕτως ἐπῆρεν· ὅρα δὲ τὰ αὐτῶν πῶς ἐλαττοῖ. Ὃν καὶ ἐκρατήσαμεν, φησὶ, καὶ ἠθελήσαμεν κρῖναι κατὰ τὸν ἡμέτερον νόμον. Παρελθὼν δὲ Λυσίας χιλίαρχος, μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγεν. Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ ἐπηρεάζονται εἰς δικαστήρια ἐρχόμενοι ξένα, καὶ ὅτι οὐκ ἂν ἠνώχλησαν αὐτὸν, εἰ μὴ ἐκεῖνος ἠνάγκασε, καὶ ὡς οὐ προσῆκον αὐτῷ ἥρπασε τὸν ἄνδρα· καὶ γὰρ τὰ ἀδικήματα πρὸς ἡμᾶς ἦν, καὶ τὸ δικαστήριον παρ' ἡμῖν ἔδει γενέσθαι. Ὅτι γὰρ τοῦτό ἐστιν, ὅρα τὸ ἑξῆς· Μετὰ πολλῆς, φησὶ, βίας. Βία γὰρ τοῦτό ἐστι. Παρ' οὗ δύνασαι γνῶναι. Οὐδὲ κατηγορῆσαι τολμᾷ· συγγνωμονικὸς γὰρ ἀνὴρ ἦν· οὐδὲ ἁπλῶς παρέρχεται. Εἶτα πάλιν, ἵνα μὴ δόξῃ ψεύδεσθαι, αὐτὸν ἐφίστησιν ἑαυτοῦ κατήγορον τὸν 60.347 Παῦλον. Παρ' οὗ, φησὶ, δύνασαι ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι. Εἶτα καὶ μάρτυρες τῶν εἰρημένων· Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν. Οἱ κατήγοροι, αὐτοὶ καὶ μάρτυρες καὶ κατήγοροι. Ἀλλ' ὁ Παῦλος, Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν ἐπιστάμενος δίκαιον, ἀποκρίνεται. Οὐκ ἄρα ξένος τίς ἐστιν, οὐδὲ ἀλλότριος, οὐδὲ νεωτεροποιὸς, εἴ γε ἐκ πολλῶν ἐτῶν οἶδε τὸν δικαστήν. Καὶ καλῶς ἐπήγαγε τὸ, ∆ίκαιον, ἵνα μὴ πρὸς τὸν ἀρχιερέα ἴδῃ, μηδὲ πρὸς τὸν δῆμον, μηδὲ πρὸς τὸν κατήγορον. Ὅρα, πῶς οὐ προήχθη εἰς ὕβριν· καίτοι γε καὶ ἀνάγκης οὔσης. Πιστεύων, φησὶ, πᾶσι τοῖς κατὰ νόμον. Τοῦτο εἶπε, δεικνὺς, ὅτι οὐκ ἂν ἄνθρωπος, πιστεύων ἀνάστασιν ἔσεσθαι, τοιαῦτα πράξειέ ποτε, ἣν καὶ αὐτοὶ οὗτοι ἐκδέχονται. Οὐκ εἶπε περὶ τούτων, ὅτι πιστεύουσι τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις (οὐδὲ γὰρ ἐπίστευον)· ἀλλ' οὗτος πᾶσιν ἐπίστευεν, οὐκ ἐκεῖνοι· πῶς δὲ, μακροῦ ἂν εἴη λόγου τανῦν λέγειν. Τοσαῦτα εἶπε, καὶ οὐδαμοῦ τοῦ Χριστοῦ μέμνηται. Ἐνταῦθα δὲ, Πιστεύων, εἰπὼν, καὶ τὰ κατὰ τὸν Χριστὸν εἰσήγαγεν, ἀλλὰ τέως τῷ τῆς ἀναστάσεως ἐνδιατρίβει λόγῳ, ὃ κοινὸν ἦν αὐτοῖς δόγμα, καὶ πάσης στάσεως ὑποψίαν ἀνῄρει. Εἶτα καὶ ἡ αἰτία τῆς ἀνόδου. Ἐλεημοσύνας, φησὶ, καὶ προσφορὰς ποιήσων εἰς τὸ ἔθνος μου, παρεγενόμην, καὶ τοῦτο δι' ἐτῶν πλειόνων. Πῶς ἂν οὖν ἐτάραξεν, οἷς ὥστε ἐλεημοσύνην ποιῆσαι τοσαύτην ἦλθεν ὁδόν; Οὐ μετὰ ὄχλου, φησὶν, οὐδὲ μετὰ θορύβου. Πανταχοῦ τὴν στάσιν ἀναιρεῖ. Καλῶς δὲ καὶ προσκαλεῖται τοὺς κατηγόρους τοὺς ἀπὸ τῆς Ἀσίας, λέγων· Οὓς δεῖ ἐπὶ σοῦ κατηγορεῖν, εἴ τι ἔχοιεν πρός με. Οὕτως ἐθάῤῥει καθαρὸς εἶναι πρὸς ἃ κατηγορεῖτο, ὅτι καὶ προσκαλεῖται αὐτούς. Οὐ τοὺς ἀπὸ τῆς Ἀσίας δὲ μόνον, ἀλλὰ καὶ τοὺς ἐξ Ἱερουσαλὴμ οὐκ ἐκβάλλει κατηγόρους. ἀλλὰ καὶ τούτους προσκαλεῖται πάλιν, ἐπάγων· Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν. Καὶ γὰρ διὰ τοῦτο ἐξ ἀρχῆς διεπονοῦντο, ὅτι τὴν ἀνάστασιν ἐκήρυττε. Καὶ καλῶς οὕτως ἐποίει· τούτου γὰρ δειχθέντος, εὐκόλως καὶ τὰ τοῦ Χριστοῦ ἐπεισήγετο, ὅτι ἀνέστη. Τί εὗρον, φησὶν, ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου; Ἐν τῷ συνεδρίῳ εἶπε· δεικνὺς, ὅτι οὐδὲν εὗρον οὐχὶ κατ' ἰδίαν τῆς ἐξετάσεως γενομένης, ἀλλὰ παρόντος τοῦ πλήθους καὶ ἀκριβῶς ἀνακρίνοντος. γʹ. Ὅτι δὲ ταῦτα ἀληθῆ λέγω, μαρτυροῦσιν οἱ περὶ τούτου ἐγκαλοῦντες. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον