268
συνείδησιν ἔχων πρός τε τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους. Ἡ τελεία γὰρ αὕτη ἀρετὴ, ὅταν μηδὲ ἀνθρώποις διδῶμεν λαβὰς, καὶ παρὰ Θεῷ σπουδάζωμεν εἶναι ἀπρόσκοποι. Ἧς ἐκέκραξα, φησὶν, ἐν τῷ συνεδρίῳ. Καὶ τὴν βίαν αὐτῶν δηλοῖ ἐκ τοῦ εἰπεῖν, Ἐκέκραξα, ὡσανεὶ ἔλεγεν· Οὐκ ἔχουσιν εἰπεῖν, ὅτι Προσχήματι ἐλεημοσύνης ταῦτα ἐποίεις· οὐ γὰρ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου τοῦτο ἐποίουν· ἄλλως τε, καὶ ἐξετάσεως γενομένης περὶ τούτου, οὐδὲν πλέον εὑρίσκετο. Εἶδες ἐπιείκειαν, κινδύνων ὄντων; εἶδες εὔφημον γλῶτταν, καὶ πῶς ἓν ζητεῖ μόνον ἀπολύσασθαι τὰ ἑαυτοῦ, οὐχὶ κἀκείνους ἐγκλήμασι περιβαλεῖν, πλὴν εἴ που ἀναγκάζοιτο, ἀπολογούμενος; ὥσπερ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου· ὑμεῖς δὲ ἀτιμάζετέ με. Τοῦτον μιμώμεθα καὶ ἡμεῖς, ἐπειδὴ καὶ αὐτὸς Χριστοῦ μιμητὴς 60.348 ἦν. Εἰ τοῖς μέχρι φόνου καὶ σφαγῆς χωρήσασιν οὐδὲν εἶπεν ἐκεῖνος ἐπαχθὲς, τίνος ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, ἐν λοιδορίᾳ καὶ ὕβρεσιν ἐκθηριούμενοι, μιαροὺς καὶ παμμιάρους ἀποκαλοῦντες τοὺς ἐχθροὺς τοὺς ἡμετέρους; τίνα δὲ ἀπολογίαν ἕξομεν ἐχθροὺς ὅλως ἔχοντες; Οὐκ ἀκούεις, ὅτι ὁ τιμῶν, ἑαυτὸν τιμᾷ; Ἡμεῖς δὲ ἑαυτοὺς ὑβρίζομεν. Ἐγκαλεῖς, ὅτι ὑβρίσθης· τί οὖν περιπίπτεις τῷ ἐγκλήματι; τί σαυτὸν πληγῇ περιβάλλεις; Μεῖνον ἀπαθὴς, μεῖνον ἄτρωτος· μὴ, βουλόμενος ἕτερον πλῆξαι, σαυτὸν περιβάλῃς τῷ κακῷ. Οὐ γὰρ ἀρκεῖ ἡμῖν ὁ ἕτερος θόρυβος τῆς ψυχῆς ὁ μηδενὸς κινοῦντος κινούμενος· οἷον, αἱ ἐπιθυμίαι αἱ ἄτοποι, αἱ λῦπαι καὶ αἱ ἀθυμίαι καὶ ὅσα τοιαῦτα· ἀλλὰ καὶ ἑτέρας ἐπισωρεύομεν. Καὶ πῶς δυνατὸν ὑβριζόμενον φέρειν, φησί; Πῶς δὲ οὐ δυνατὸν, εἰπέ μοι; τραῦμα ἡμῖν τίκτεται ἀπὸ τῶν ῥημάτων; μώλωπες περὶ τὰ σώματα; ποία τοίνυν γίνεται ἡμῖν βλάβη; Ὥστε, ἂν βουλώμεθα, δυνάμεθα ἐνεγκεῖν. Θῶμεν ἑαυτοῖς νόμον μὴ ἀλγεῖν, καὶ οἴσομεν· εἴπωμεν πρὸς ἡμᾶς αὐτούς· Οὐκ ἔστιν ἔχθρας, ἀσθενείας ἐστίν· ἀσθενείας καὶ γὰρ ὄντως ἐστίν· ἐπεὶ ὅτι ἔχθρας οὐκ ἔστιν οὐδὲ κακοηθείας, ἐβούλετο κἀκεῖνος κατασχεῖν, εἰ καὶ μυρία ἠδικημένος ἦν. Ἂν τοῦτο ἐννοήσωμεν μόνον, ὅτι ἀσθενείας ἐστὶν, οἴσομεν, καὶ συγγνωσόμεθα μὲν ἐκείνῳ, πειρασόμεθα δὲ μὴ περιπεσεῖν καὶ αὐτοί. Ἐπεὶ ἐρωτῶ πάντας τοὺς παρόντας· ἆρα, ἂν ἐθελήσητε, οὕτω φιλοσοφεῖν δύνασθε, ὥστε φέρειν τοὺς ὑβρίζοντας; Ἔγωγε οἶμαι. Οὐκοῦν ἄκων σε ὕβρισε καὶ οὐ βουλόμενος, ἀλλὰ ἀναγκαζόμενος ὑπὸ τοῦ πάθους· ἐπίσχες. Οὐχ ὁρᾷς τοὺς δαιμονῶντας; Ὥσπερ ἐκεῖνος οὐκ ἀπὸ ἔχθρας τοσοῦτον, ὅσον ἀπὸ ἀσθενείας, τοῦτο ὑπομένει· οὕτω καὶ ἡμεῖς οὐκ ἀπὸ τῆς φύσεως τῶν ὕβρεων κινούμεθα, ὅσον ἀφ' ἡμῶν αὐτῶν· ἐπεὶ πῶς τῶν μαινομένων τὰ αὐτὰ ὑβριζόντων φέρομεν; Πάλιν εἰ φίλοι εἶεν οἱ ὑβρίζοντες ἢ καὶ μείζους, καὶ οὕτω φέρομεν· πῶς οὖν οὐκ ἄτοπον, τριῶν μὲν τούτων ὄντων, καὶ φίλων καὶ μαινομένων καὶ μειζόνων, φέρειν, ὁμοτίμων δὲ ἢ καὶ ἡττόνων μὴ φέρειν; Πολλάκις εἶπον· ῥοπή τίς ἐστι καὶ συναρπαγὴ τὸ πρᾶγμα· καρτερήσωμεν μικρὸν, καὶ τὸ πᾶν ἠνύσαμεν. Ὅσῳ ἂν ὑβρίζῃ μείζονα, τοσούτῳ μᾶλλόν ἐστιν ἀσθενής. Οἶδας πότε ἀλγεῖν χρή; Ὅταν ὑβρισάντων ἡμῶν ἐκεῖνος σιγήσῃ· τότε γὰρ αὐτὸς μὲν ἰσχυρὸς, ἡμεῖς δὲ ἀσθενεῖς· ἂν δὲ τοὐναντίον γένηται, καὶ χαίρειν δεῖ· ἐστεφανώθης, ἀνεκηρύχθης· οὐκ εἰς ἀγῶνα καταχθεὶς, οὐδὲ ἡλίου καὶ ἀκτῖνος καὶ κόνεως ἐπάχθειαν ἐνεγκὼν, οὐδὲ συμπλακεὶς, καὶ λαβὰς δοὺς, ἀλλὰ θελήσας μόνον, καὶ καθήμενος ἢ ἑστὼς, ἔλαβες μέγαν τὸν στέφανον· καὶ οὐχ ἁπλῶς μέγαν, ἀλλὰ πολλῷ μείζονα ἐκείνων· οὐ γάρ ἐστιν ἴσον ἐχθρὸν βαλεῖν ἀντίπαλον, καὶ τῶν τῆς ὀργῆς περιγενέσθαι βελῶν. Ἐνίκησας οὐδὲ λαβὴν δοὺς, κατέβαλες τὸ πάθος τὸ ἐν σοὶ, ἀπέσφαξας τὸ θηρίον κεκινημένον, καὶ λυττῶντα τὸν θυμὸν ἐπεστόμισας, καθάπερ τις ἄριστος νομεύς· ἐμφύλιος ἔμελλεν ἡ μάχη εἶναι, οἰκεῖος ὁ πόλεμος. Καθάπερ γὰρ οἱ τείχει προσκαθήμενοι καὶ πολιορκοῦντες ἔξωθεν, ἐμφυλίοις περιβάλλουσι πολέμοις, καὶ τότε περιγίνονται· οὕτω δὴ καὶ ὁ ἐνυβρίζων, ἂν μὴ τὸ ἐν ἡμῖν ἐγείρῃ πάθος, οὐ δυνήσεται περιγενέσθαι· ἐὰν μὴ ἡμεῖς ἑαυτοὺς ἐμπρήσωμεν, ἐκεῖνος οὐδεμίαν ἰσχὺν ἔχει. 60.349 Ἔστω παρ'