269
ἡμῖν ὁ τῆς ὀργῆς σπινθὴρ, ὥστε εὐκαίρως ἀνάπτεσθαι, μὴ καθ' ἡμῶν αὐτῶν, μηδὲ ἵν' ἡμᾶς μυρίοις περιβάλῃ κακοῖς. Οὐχ ὁρᾶτε ἐν ταῖς οἰκίαις τὸ πῦρ ἀποτεταγμένον, καὶ οὐ πανταχοῦ ἐῤῥιμμένον, οὔτε ἐν χόρτῳ, οὔτε ἐν ἱματίοις, οὔτε ἁπλῶς; ὥστε μὴ ἀνέμου ἐμπνέοντος ἐξάπτεσθαι· ἀλλὰ κἂν θεράπαινα λύχνον ἔχῃ, κἂν ὁ μάγειρος ἀνακαίῃ, παραγγελία πολλὴ, μὴ παρ' ἄνεμον, μηδὲ σανίδος ἐγγὺς, μηδὲ ἐν νυκτὶ τοῦτο ποιεῖν· ἀλλ' ὅταν καταλάβῃ ἡ νὺξ, ἐκοιμίσαμεν αὐτὸ, δεδιότες μή ποτε, καθευδόντων ἡμῶν καὶ οὐδενὸς ὄντος τοῦ ἐπικουροῦντος, ἀναφθῇ, καὶ πάντας ἐμπρήσῃ; Τοῦτο καὶ ἐπὶ τοῦ θυμοῦ γινέσθω· μὴ πανταχοῦ διεσπάρθω τῶν ἡμετέρων λογισμῶν, ἀλλ' ἔν τινι βάθει τῆς διανοίας, ὥστε μὴ τὸν ἄνεμον τὸν ἀπὸ τῶν ῥημάτων τοῦ δι' ἐναντίας εὐκόλως ἐφικνεῖσθαι, ἀλλὰ παρ' ἡμῶν δέχεσθαι τὸν ἄνεμον, τῶν εἰδότων συμμέτρως αὐτὸ κινεῖν καὶ ἀσφαλῶς. Ἂν ἔξωθεν ἄνεμον δέχηται οὐκ οἶδε τὸ μέτρον, ἀλλὰ πάντα ἐμπρήσει· πολλάκις καὶ καθευδόντων ἡμῶν ὁ ἄνεμος οὗτος ἐμπεσεῖται, καὶ τὰ πάντα κατακαύσει. Ἔστω οὖν ἡμῖν ὥστε φῶς ἀνάπτειν μόνον· ἀνάπτει γὰρ φῶς ὁ θυμὸς, ὅταν προσηκόντως γένηται· καὶ λαμπάδας ἔχωμεν κατὰ τῶν ἀδικούντων ἑτέρους, κατὰ τοῦ διαβόλου. Μὴ πανταχοῦ κείσθω, μηδὲ ἐῤῥίφθω σπινθὴρ, ἀλλ' ἐν τέφρᾳ φυλάττωμεν· ἐν τοῖς λογισμοῖς τοῖς ταπεινοῖς κοιμίζωμεν αὐτόν. Οὐ πάντοτε αὐτοῦ δεόμεθα, ἀλλ' ὅταν κατεργάσασθαί τι δέῃ, καὶ ποιῆσαι ἁπαλόν· ὅταν πώρωσιν μαλάξαι δέῃ, ὅταν τῆς ψυχῆς καταγνῶναι. δʹ. Πόσα θυμοὶ καὶ ὀργαὶ δεινὰ κατειργάσαντο! Καὶ τὸ δὴ χαλεπὸν, ὅταν διαναστῶμεν, οὐκ ἔτι τοῦ συνελθεῖν ἐσμεν κύριοι, ἀλλ' ἑτέρους ἀναμένομεν· ἕκαστος αἰσχύνεται καὶ ἐρυθριᾷ ἐπανελθὼν καταλλάξαι τὸν ἕτερον. Ὅρα, διαστῆναι μὲν καὶ διασχισθῆναι οὐκ αἰσχύνεται, ἀλλὰ τοῦ κακοῦ γίνεται ἀρχηγός· προσελθεῖν δὲ καὶ τὸ ἐσχισμένον ῥάψαι αἰσχύνεται· καὶ ταυτὸν συμβαίνει, οἷον ἂν εἴ τις ἀποκόψαι μὲν τὸ μέλος μὴ ὀκνοίη, συναγαγεῖν δὲ αἰσχύνοιτο. Τί λέγεις, ἄνθρωπε; ἠδίκησας μεγάλα, καὶ αὐτὸς αἴτιος ἐγένου τῆς μάχης; Οὐκοῦν δίκαιος ἂν εἴης πρότερος ἀπελθεῖν καὶ καταλλαγῆναι, ἅτε τὴν αἰτίαν αὐτὸς παρασχών. Ἀλλ' ἠδίκησαν, κἀκεῖνος αἴτιός ἐστιν, Οὐκοῦν καὶ διὰ τοῦτο, ἵνα μᾶλλόν σε θαυμάσωσιν, ἵνα πρὸς τῷ προτέρῳ καὶ ἐν τῷ δευτέρῳ τὰ πρωτεῖα ἔχῃς, ὥσπερ οὐ τοῦ γενέσθαι τῆς ἔχθρας αἴτιος, οὕτως οὐδὲ τοῦ ἐκταθῆναι ἐπὶ πλέον τὴν ἔχθραν· ἴσως καὶ ἐκεῖνος μυρία συνειδὼς ἑαυτῷ αἰσχύνεται καὶ ἐρυθριᾷ. Ἀλλ' ἀπονενόηται; Ταύτῃ μάλιστα μὴ ὀκνήσῃς προσδραμεῖν· καὶ γὰρ διπλοῦν παρ' αὐτῷ τὸ πάθος, καὶ ἀπόνοια καὶ ὀργή. Σὺ τὴν αἰτίαν εἶπας, δι' ἣν ὀφείλεις πρότερος ἀπελθεῖν, ὁ ὑγιαίνων, ὁ δυνάμενος βλέπειν· ἐκεῖνος γὰρ ἐν σκότῳ ἐστί· τοιοῦτον γὰρ ἡ ὀργὴ καὶ ἡ ἀλαζονεία. Σὺ δὲ ὁ τούτων ἀπηλλαγμένος καὶ ὑγιαίνων πρόσελθε, πρὸς τὸν κάμνοντα ὁ ἰατρός. Μή τις λέγει τῶν ἰατρῶν, Ἐπειδὴ ἀσθενεῖ οὐκ ἀπέρχομαι; Ἀλλὰ διὰ τοῦτο μάλιστα βαδίζουσιν, ὅταν ἴδωσι μὴ δυνηθέντα ἐλθεῖν. Τῶν μὲν γὰρ δυναμένων καὶ ἐλάττονα φροντίζου 60.350 σιν, ὡς οὐ νοσούντων σφόδρα, τῶν δὲ κατακειμένων οὐκέτι. Ἢ οὐ δοκεῖ σοι ἀῤῥωστίας εἶναι χαλεπώτερον ἀπόνοια καὶ θυμός; οὐχ ὁ μὲν πυρετῷ τινι ἔοικε σφοδρῷ, ἡ δὲ φλεγμαίνοντι σώματι καὶ οἰδαίνοντι; Ἐννόησον ὅσον ἐστὶ πυρετὸν ἔχειν καὶ οἴδημα· ἄπελθε, σβέσον τὸ πῦρ· δύνασαι γὰρ τῇ χάριτι τοῦ Θεοῦ· ὥσπερ ὕδατι κατάστειλον τὴν φλεγμονήν. Τί οὖν, ἂν αὐτῷ τούτῳ πλέον ἐπαίρεται, φησίν; Οὐδὲν παρὰ σέ· σὺ μὲν γὰρ τὸ σαυτοῦ ἐποίησας, ἐκεῖνος δὲ ἑαυτῷ λογιζέσθω· μὴ καταγινωσκέτω ἡμῶν τὸ συνειδὸς, ὅτι ἡμῶν ἐλλειπόντων τι τῶν δεόντων τοῦτο γίνεται. Ψώμιζε, φησὶ, τὸν ἐχθρόν σου· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ ὅμως, καὶ τούτου ὄντος, κελεύει ἀπελθεῖν καὶ καταλλαγῆναι καὶ εὐεργετεῖν, οὐχ ἵνα ἄνθρακας πυρὸς σωρεύωμεν, ἀλλ' ἵνα εἰδὼς ἐκεῖνος τοῦτο καταστέλληται, ἵνα τρέμῃ, ἵνα φοβῆται τὰς εὐεργεσίας μᾶλλον τῶν ἐχθρῶν καὶ τὰς φιλίας ἢ τὰς ἐπιβουλάς. Οὐ γὰρ οὕτως ἐχθρὸς μνησικακῶν βλάπτει τὸν μισοῦντα, ὡς ὁ ὠφελῶν καὶ εὐεργετῶν. Μνησικακῶν γὰρ, καὶ ἑαυτὸν κἀκεῖνον