270
ἔβλαψεν ἴσως μικρόν τι· εὐεργετῶν δὲ, ἄνθρακας πυρὸς ἐσώρευσεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Οὐκοῦν οὐ δεῖ ποιεῖν, φησὶν, ἵνα μὴ σωρεύωμεν ἄνθρακας; Ἀλλ' ἑτέρως ἐπὶ τὴν κεφαλὴν τὴν σὴν ἄνθρακας σωρεύειν θέλεις; καὶ γὰρ τοῦτο ποιεῖ μνησικακία. Ἀλλ' ἐπὶ πλεῖον ἐκτείνειν; Οὐδαμῶς· οὐ γὰρ σὺ τοῦτο ποιεῖς, ἀλλ' ἐκεῖνος ὁ θηριώδης. Εἰ γὰρ εὐεργετοῦντός σου καὶ τιμῶντος καὶ καταλλάττοντος, μένει φυλάττων ἐκεῖνος τὴν ἀπέχθειαν, ἑαυτῷ τὸ πῦρ ἀνῆψεν, αὐτὸς ἔφλεξεν αὑτοῦ τὴν κεφαλήν· σὺ δὲ ἀναίτιος εἶ. Μὴ γίνου τοῦ Θεοῦ φιλανθρωπότερος, ἐπεὶ μυρία πείσῃ δεινά· μᾶλλον δὲ, οὐδ' ἂν θέλῃς δυνήσῃ, οὐδὲ κατὰ μικρόν. Πῶς γάρ; Ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, φησὶ, τοσοῦτον ἀπέχουσιν αἱ βουλαί μου ἀπὸ τῶν βουλῶν ὑμῶν· καὶ πάλιν· Εἰ ὑμεῖς, φησὶ, πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ὑμῖν; Ἀλλὰ σκῆψις ταῦτα καὶ πρόφασις. Μὴ δὴ σοφιζώμεθα τὰ προστάγματα τοῦ Θεοῦ. Καὶ πῶς σοφιζόμεθα, φησίν; Εἶπε· Τοῦτο ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· σὺ δὲ λέγεις· Φοβοῦμαι τὸν ἐχθρὸν, ὅτι μεγάλα με ἠδίκησεν. Οὐ ταῦτα λέγεις; Πῶς δὲ ὅλως ἔσχες ἐχθρόν; Ἀδικήσαντα φοβῇ, σαυτὸν δὲ οὐ φοβῇ; Εἴθε σαυτοῦ ἐφρόντιζες. Μὴ ποίει σκοπῷ τοιούτῳ· μᾶλλον δὲ κἂν τοιούτῳ ποίησον σκοπῷ. Ἀλλ' οὐ ποιεῖς. Οὐ λέγω σοι, ὅτι ἄνθρακας πυρὸς σωρεύσεις, ἀλλὰ καὶ ἕτερόν τι πλέον λέγω· μόνον ποίησον. Ταῦτα γὰρ πάντα, ἵνα σε ἐκκαλέσηται, φησὶν ὁ Παῦλος, ἐλπίδι τῆς τιμωρίας λῦσαι τὴν ἔχθραν. Ἐπειδὴ θηριώδεις ἐσμὲν, καὶ οὐκ ἂν ἄλλως ἀνασχοίμεθα τὸν ἐχθρὸν φιλῆσαι, εἰ μή τινα προσδοκῶμεν τιμωρίαν, καθάπερ τινὶ θηρίῳ δίδωσι ταύτην τὴν μᾶζαν· ἐπεὶ τοῖς ἀποστόλοις οὐ τοῦτό φησιν, ἀλλὰ τί; Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Ἄλλως δὲ οὐκ ἔστιν εὐεργετοῦντα καὶ εὐεργετούμενον μεῖναι ἐχθρόν. ∆ιὰ τοῦτο ταῦτα ἔθηκε. Τί ἐν τοῖς λόγοις φιλοσοφῶν, ἐν τοῖς ἔργοις οὐδὲ τὸ μέτρον φυλάτ 60.351 τεις; Καλῶς, οὐ ψωμίζεις αὐτὸν, ἵνα μὴ ἄνθρακας πυρὸς σωρεύσῃς· οὐκοῦν φείδῃ; οὐκοῦν φιλεῖς, καὶ σκοπῷ τοιούτῳ ποιεῖς; Οἶδεν ὁ Θεὸς, εἰ σκοπῷ τοιούτῳ λέγεις· καὶ μὴν πρὸς ἡμᾶς σοφίζῃ καὶ σκήπτῃ τὸν λόγον. Προνοεῖς τοῦ ἐχθροῦ καὶ φοβῇ μὴ κολασθῇ; Οὐκοῦν ἔσβεσας τὴν ὀργήν· ὁ γὰρ οὕτω φιλῶν, ὡς τὴν οἰκείαν ὠφέλειαν παριδεῖν ὑπὲρ τῶν ἐκείνῳ συμφερόντων, οὐκ ἔχει ἐχθρόν. Ἔχοις ἂν τοῦτο εἰπεῖν· Μέχρι τίνος παίζομεν ἐν οὐ παικτοῖς, οὐδὲ ἔχουσι συγγνώμην; ∆ιὸ παρακαλῶ τῇ ἡμετέρᾳ ἀδελφότητι, ἠγαπημένοι ὑπὸ τοῦ Κυρίου 60.352 καὶ Θεοῦ καὶ Σωτῆρος ὑμῶν Ἰησοῦ Χριστοῦ, καὶ δέομαι ὑμῶν καὶ ἀντιβολῶ], τὰς προφάσεις ταύτας περικόψαντες, μὴ καταφρονῶμεν τῶν τοῦ Θεοῦ νόμων, [μηδὲ τῶν αὐτοῦ ἐντολῶν παροψώμεθα], ἵνα δυνηθῶμεν εὐαρέστως τῷ Κυρίῳ τὴν παροῦσαν ζωὴν διαγαγεῖν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.351 ΟΜΙΛΙΑ ΝΑʹ. Ἀνεβάλετο δὲ, φησὶ, ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ,
διαγνώσομαι τὰ καθ' ὑμᾶς. ∆ιαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ
προσέρχεσθαι αὐτῷ. αʹ. Ὅρα πόση γίνεται βάσανος, πρῶτον μὲν ὑπὸ πολλῶν, εἶτα καὶ ἐν χρόνῳ
μακρῷ, ὥστε μὴ εἰπεῖν, ὅτι συνηρπάγη τὸ δικαστήριον. Ἐπειδὴ γὰρ ἐμνημόνευσε Λυσίου ὁ ῥήτωρ, εἰπὼν, ὅτι μετὰ βίας ἀφείλετο αὐτὸν, ἐπήγαγεν εὐκαίρως τὰ περὶ τοῦ Φήλικος, καί φησιν· Ἀνεβάλετο δὲ ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ