1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

272

τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ, εἶπε· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ' ἐμοῦ; Ὅρα πῶς καὶ αὐτὸς τοῖς Ἰουδαίοις χαρίζεται, δήμῳ ὁλοκλήρῳ, καὶ πόλει. ∆ιὰ τοῦτο πάλιν καὶ αὐτὸν ἐκφοβεῖ, ἀνθρω 60.353 πίνῳ χρησάμενος ὅπλῳ· καὶ ἄκουε πῶς. Εἶπε δὲ ὁ Παῦλος· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. Εἰ μὲν γὰρ ἀδικῶ, καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι. Ἀλλ' εἴποι ἄν τις ἐνταῦθα· Καὶ τίνος ἕνεκεν ἀκούσας, ὅτι Καὶ ἐν Ῥώμῃ σε δεῖ μαρτυρῆσαι τὰ περὶ ἐμοῦ, ὡς ἀπιστῶν ταῦτα ἐποίει; Μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα πιστεύων. Μᾶλλον οὖν πειράζοντος ἦν τὸ θαῤῥεῖν ἐκείνῃ τῇ ἀποφάσει, καὶ εἰς μυρίους ἑαυτὸν ἐμβάλλειν κινδύνους, καὶ λέγειν· Ἴδωμεν εἰ δύναται ὁ Θεὸς καὶ οὕτως ἐξελέσθαι με. Ἀλλ' οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλὰ τὰ καθ' ἑαυτὸν πάντα εἰσφέρει, τὸ πᾶν ἐπιτρέπων τῷ Θεῷ· ἠρέμα δὲ καὶ καθάπτεται τοῦ ἄρχοντος οὕτως ἀπολογούμενος· μονονουχὶ γὰρ τοῦτο λέγει· Εἰ μὲν ἀδικῶ, καλῶς· εἰ δὲ οὐκ ἀδικῶ, τί με ἐκδίδως; Οὐδεὶς δύναταί με, φησὶ, χαρίσασθαι. Εἰς φόβον αὐτὸν ἐνέβαλεν ὥστε μηδὲ ἑκόντα χαρίσασθαι, ἀλλὰ καὶ πρὸς ἐκείνους ἔχειν ἀπολογίαν τὴν ἔφεσιν. Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ. βʹ. Ὅρα, ἀνακοινοῦται τῷ Ἀγρίππᾳ, ὥστε καὶ ἑτέρους γενέσθαι πάλιν ἀκροατὰς, καὶ τὸν βασιλέα, καὶ τὸν στρατὸν, καὶ τὴν Βερνίκην. Εἶτα δὲ πάλιν ἀπολογία. Ἡμερῶν δὲ διαγενομένων, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοι τὸν Φῆστον. Ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων· Ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος· περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ' αὐτοῦ δίκην. Πρὸς οὓς ἀπεκρίθην, ὅτι Οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα. Περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον, ὧν ὑπενόουν ἐγώ· ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν. Ἀπορούμενος δὲ ἐγὼ περὶ τὴν τούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλὴμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων. Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν, ἕως ἂν πέμψω αὐτὸν πρὸς Καίσαρα. Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη· Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. Ὁ δὲ, Αὔριον, φησὶν, ἀκούσῃ αὐτοῦ. Ὅρα κατηγορίαν Ἰουδαίων πάλιν, οὐ παρὰ τοῦ Παύλου, ἀλλὰ παρὰ τοῦ ἄρχοντος. Ἐνεφάνισαν, φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ' αὐτοῦ δίκην. Πρὸς οὓς ἐγὼ ἀπεκρίθην. Ὅρα καὶ τί ἀποκρίνεται εἰς αἰσχύνην αὐτῶν· ὅτι Οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν· τουτέστι, πρὶν ἢ λόγου αὐτῷ μεταδοῦναι ἀδύνατον τὸ χαρίζεσθαι ἁπλῶς. Κατὰ τὸ εἰωθὸς δὲ ποιήσας, οὐχ εὗρεν αἰτίαν· ὅθεν καὶ ἀπορεῖται ἐπὶ τούτῳ. Καὶ δῆλον 60.354 τοῦτο δι' ὧν ἐπήγαγε, λέγων· Ἀπορούμενος δὲ ἐγὼ περὶ τὴν τούτων ζήτησιν. Οὕτως εἶπε, συσκιάζων τὸ οἰκεῖον ἁμάρτημα. Καὶ ἐκεῖνος μὲν συσκιάζει, Ἀγρίππας δὲ ἐπιθυμεῖ ἰδεῖν αὐτόν. Ὅρα ἀεὶ τοὺς ἄρχοντας διακρουομένους τὴν ἐπάχθειαν τὴν Ἰουδαϊκὴν, καὶ παρὰ τὸ δίκαιον ἀναγκαζομένους πολλάκις ποιεῖν, καὶ προφάσεις ἐπιζητοῦντας τῆς ἀναβολῆς· οὐ γὰρ δὴ ἀγνοῶν ἀνεβάλετο, ἀλλ' εἰδώς. Ὁ δὲ Ἀγρίππας οὐ μόνον οὐ διακρούεται, ἀλλὰ καὶ ἀκοῦσαι βούλεται· ὃ καὶ θαυμάσαι ἄξιον, πόθεν εἰς ἐπιθυμίαν κατέστη τοῦ