1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

274

παῤῥησίας καὶ τὴν δικαιολογίαν εἶναι δεῖ, ὥστε ἐντρέψαι. Εἰ δὲ οὐδέν ἐστιν ὧν κατηγοροῦσί μου, οὐδείς με δύναται χαρίσασθαι. Κἂν θέλῃ, φησὶν, οὐ δυνήσεται. Οὐκ εἶπεν, Οὐκ ἄξιός εἰμι ἀποθανεῖν, οὐδὲ, Ἀπολυθῆναι, ἀλλ', Ἕτοιμος κρίνεσθαι ἐπὶ Καίσαρος· ἅμα καὶ τοῦ ὀνείρατος μνησθεὶς, μᾶλλον ἐθάῤῥησεν ἐπικαλέσασθαι. Καὶ οὐκ εἶπε, Σὺ, ἀλλ', Οὐδείς· καὶ προσέθηκε, Καίσαρα ἐπικαλοῦμαι, ὥστε μὴ εἶναι εἰς ἐκεῖνον τὴν ὕβριν. Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι· ἐπὶ Καίσαρα πορεύσῃ. Εἶδες πῶς χαρίζεται; Τοῦτο γὰρ χάρις ἐστὶ, τὸ συλλαλεῖν μετὰ τῶν κατηγόρων, ὃ διεφθαρμένης γνώμης ἐστὶ, καὶ συγχεούσης τὴν τάξιν. Ὅρα πάλιν ἐκτεινομένην αὐτοῦ τὴν δίκην, καὶ τὴν ἐπιβουλὴν ἀφορμὴν τοῦ κηρύγματος γινομένην. Ταῦτα γὰρ οἰκονομεῖται, ὥστε μετὰ εὐκολίας καὶ φυλακῆς ἀπενεχθῆναι αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ὑπὸ μηδενὸς ἐπιβουλευόμενον· οὐ γὰρ ἦν ἴσον ἁπλῶς παραγενέσθαι, καὶ ἐπὶ αἰτίᾳ τοιαύτῃ. Τοῦτο καὶ συνελθεῖν ἐποίησεν Ἰουδαίους ἐκεῖ. Εἶτα πάλιν χρόνος γίνεται ἐνδιατρίβοντος αὐτοῦ τοῖς Ἱεροσολύμοις, ἵνα μάθῃς, ὅτι καὶ χρόνου γενομένου, οὐδὲν τὰ τῆς ἐπιβουλῆς αὐτῷ ἰσχύει, τοῦ Θεοῦ μὴ συγχωροῦντος. Ἀγρίππας δὲ οὗτος ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν. Οὗτος ὁ Ἀγρίππας ὁ καὶ Ἡρώδης, ἕτερός μοι δοκεῖ, ὡςεἶναι τέταρτον τοῦτον μετ' ἐκεῖνον τὸν ἐπὶ Ἰακώβου. Ὅρα τοὺς ἐχθροὺς συμπράττοντας ἄκοντας. Ὥστε δὲ μέγα γενέσθαι τὸ ἀκροατήριον, εἰς ἐπιθυμίαν ἐνέπεσεν ὁ Ἀγρίππας τῆς ἀκροάσεως· καὶ οὐχ ἁπλῶς ἀκούει, ἀλλὰ μετὰ παρασκευῆς. Καὶ ἴδε τὴν ἀπολογίαν, ἢν ὁ ἄρχων φησί· Καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν, ἔκρινα πέμπειν αὐτὸν, περὶ οὗ ἀσφαλές τι τῷ κυρίῳ γράψαι οὐκ ἔχω. Οὕτω γράφει ὁ Φῆστος, καὶ ἐκπομπεύεται ἡ ὠμότης ἡ Ἰουδαϊκή· ὅταν γὰρ ταῦτα ὁ ἄρχων λέγῃ, ἀνύποπτός ἐστι. ∆ιὰ τοῦτο 60.356 δὲ λέγει, ὥστε καὶ παρ' αὐτοῦ καταγνωσθῆναι τοὺς Ἰουδαίους· μετὰ δὲ τὸ πάντας αὐτῶν καταψηφίσασθαι, τότε ἐπάγει τὴν κόλασιν ὁ Θεός. Σκόπει δέ· κατέγνω Λυσίας, κατέγνω Φῆλιξ, κατέγνω Φῆστος καὶ οἱ χαριζόμενοι αὐτοῖς, κατέγνω Ἀγρίππας. Τί λοιπόν; Κατέγνωσαν αὐτῶν καὶ οἱ Φαρισαῖοι. Καὶ ὅτι κατέγνω, ἄκουε αὐτοῦ λέγοντος· Οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ. Καὶ μὴν ἤνεγκαν, ἀλλ' οὐκ ἤλεγξαν· ἡ μὲν γὰρ ἐπιβουλὴ καὶ τὸ τόλμημα, τοῦτο ὑποπτεύειν ἐδίδου, ἡ δὲ ἐξέτασις οὐδὲν τοιοῦτον. Καὶ περί τινος, φησὶν, Ἰησοῦ τεθνηκότος. Εἰκότως Περί τινος λέγει, ἅτε ἄνθρωπος ἐν ἀρχῇ ὢν, καὶ τούτων οὐ φροντίζων. Ἀπὸ ταύτης τῆς αἰτίας καὶ τὸ, Ἀπορούμενος ἐγὼ, εἶπεν, εἰς τὴν περὶ τούτων ἐξέτασιν. Καὶ γὰρ ὄντως τοιούτου δικαστοῦ ὑπερέβαινεν ἀκοὰς ἡ τῶν τοιούτων ζήτησις. Καὶ εἰ ἐν ἀπορίᾳ εἶ, τί εἰς Ἱεροσόλυμα ἕλκεις; ∆ιὰ τοῦτο καὶ Παῦλος οὐκ ἀξιῶν ὑπ' αὐτοῦ κρίνεσθαι, Καίσαρα ἐπικαλεῖται, λέγων· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· καὶ γὰρ περὶ τούτου ἐνεκάλουν. Ἀκούεις ἔφεσιν; ἀκούεις ἐπιβουλὴν Ἰουδαίων; ἀκούεις στάσιν; δʹ. Ταῦτα πάντα τὸν Ἀγρίππαν εἰς ἐπιθυμίαν ἐξήγειρεν ἀκούοντα. Καὶ δίδωσιν ὁ Φῆστος τὴν χάριν, καὶ γίνεται λοιπὸν λαμπρότερος ὁ Παῦλος. Τοιαῦτα, ὅπερ ἔφην, αἱ ἐπιβουλαὶ προεξένησαν. Εἰ μὴ ταῦτα ἦν, οὐδεὶς ἂν τούτων κατηξίωσεν ἀκοῦσαι αὐτοῦ τῶν ἀρχόντων, οὐδεὶς ἂν μετὰ τοσαύτης ἡσυχίας καὶ σιγῆς. Καὶ δοκεῖ μὲν διδάσκειν καὶ ἀπολογεῖσθαι, δημηγορεῖ δὲ μᾶλλον μετὰ πολλῆς τῆς εὐταξίας. Μὴ δὴ χαλεπόν τι πρᾶγμα νομίσωμεν τὰς ἐπιβουλάς. Ἕως ἂν ἑαυτοῖς μὴ ἐπιβουλεύωμεν, οὐδεὶς ἡμῖν ἐπιβουλεῦσαι δυνήσεται· μᾶλλον δὲ ἐπιβουλεύουσι μὲν, οὐδὲν δὲ βλάπτουσιν, ἀλλὰ καὶ ὠφελοῦσιν ἡμᾶς τὰ μέγιστα· ὥστε ἡμεῖς ἑαυτῶν κύριοι καὶ τοῦ παθεῖν κακῶς καὶ τοῦ μὴ παθεῖν. Ἰδοὺ διαμαρτύρομαι καὶ μεγάλῃ λέγω τῇ φωνῇ καὶ σάλπιγγος τρανότερον, καὶ εἰ ἦν ἐφ' ὑψηλοῦ ἀναβάντα βοῆσαι, οὐκ ἂν παρῃτησάμην, ὅτι τὸν Χριστιανὸν οὐδεὶς ἀνθρώπων τῶν οἰκούντων τὴν γῆν βλάψαι δυνήσεται. Καὶ τί λέγω, ἀνθρώπων; Οὐδὲ αὐτὸς ὁ δαίμων, ὁ τύραννος, ὁ διάβολος, ἂν μὴ αὐτὸς ἑαυτὸν ἀδικήσῃ· κἂν ὁτιοῦν τις ἡμᾶς κακὸν ἐργάσασθαι βουληθῇ,