275
μάτην πειράσεται. Ὥσπερ γὰρ ἄγγελον οὐδεὶς ἂν βλάψειεν ἐπὶ γῆς ὄντα ἄνθρωπον, οὐδὲ οὕτως ἄνθρωπος ἄνθρωπον. Ἀλλ' οὐδὲ αὐτὸς ἕτερον βλάψαι δυνήσεται, ἕως ἂν ᾖ ἀγαθός. Τί οὖν ἂν τούτου γένοιτο ἴσον, ὅταν μήτε βλαβῆναι δύνηται, μήτε βλάψαι ἕτερον; Τοῦτο γὰρ ἐκείνου οὐκ ἔλαττον, τὸ μὴ βούλεσθαι βλάπτειν ἕτερον. Ἄρα ἄγγελός τίς ἐστι καὶ Θεῷ ὅμοιος. Τοιοῦτος γὰρ καὶ ὁ Θεός· ἀλλ' ἐκεῖνος μὲν φύσει, οὗτος δὲ προαιρέσει. Οὔτε οὖν βλαβῆναι δύναται, οὔτε βλάψαι ἕτερον. Τὸ δὲ, οὐ δύναται, μὴ ἀδυναμίας νομίσῃς (τοὐναντίον γὰρ ἀδυναμία)· ἀλλὰ τὸ ἀνένδεκτον λέγω. Ἡ γὰρ φύσις ἐκείνη οὔτε βλάβης ἐστὶ δεκτικὴ, οὔτε τοῦ ἀδικεῖν ἕτερον· ἐπεὶ καὶ τοῦτο ἑτέρα βλάβη. Ἄλλως γὰρ ἑαυτοὺς οὐ βλάπτομεν, ἢ τῷ βλάπτειν ἕτερον, καὶ τὰ μείζονα τῶν ἁμαρτημάτων ἡμῶν ἐκ τῆς εἰς ἡμᾶς ἀδικίας οὕτω γίνεται. Ὥστε καὶ διὰ τοῦτο ὁ Χριστιανὸς οὐ δύναται βλάπτεσθαι, ὅτι οὐδὲ βλάπτειν δύναται. Πῶς δὲ ἑτέρους βλάπτοντες ἑαυτοὺς βλάπτομεν, φέρε καθ' ἕκαστον τῶν πραγμάτων προχειρισάμενοι τὸν λόγον γυμνάσωμεν τὸ λεγόμενον. Ἀδικείτω τις, ὑβριζέτω, πλεονεκτείτω· τίνα ἄρα ἔβλαψεν οὗτος; οὐχ ἑαυτὸν πρότερον; Παντί που δῆλον. Τῷ 60.357 μὲν γὰρ εἰς χρήματα ἡ ζημία, αὐτῷ δὲ εἰς ψυχήν· καὶ γὰρ εἰς ἀπώλειαν καὶ εἰς κόλασιν παραδίδοται τοῦ τοιούτου ἡ ψυχή. Πάλιν φθονείτω ἕτερος· τίνα οὖν ὁ τοιοῦτος ἠδίκησεν; οὐχ ἑαυτὸν, εἰπέ μοι; Τοιαύτη γὰρ ἡ τῆς ἀδικίας φύσις· τὸν τίκτοντα πρῶτον βλάπτει μυρία, μικρὰ δὲ ἕτερον, μᾶλλον δὲ οὐδὲ μικρὸν βλάπτει, ἀλλὰ καὶ ὠφελεῖ. Ἀλλ' οὐδὲν ἀξιόπιστον εἴρηκα. Ἔστω τοίνυν (μάλιστα γὰρ ἐν τούτοις ἐστὶ τὸ πᾶν) πένης χρήματα ἔχων ὀλίγα καὶ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς, ἕτερος δὲ πλούσιος καὶ εὔπορος καὶ πολλὴν ἔχων δύναμιν, καὶ λαμβανέτω τὰ τοῦ πένητος λοιπὸν καὶ γυμνὸν ποιείτω καὶ παραδιδότω λιμῷ, αὐτὸς δὲ ἐντρυφάτω τοῖς ἐξ ἐκείνου ληφθεῖσιν ἀδίκως· ὁ τοιοῦτος οὐ μόνον οὐδὲν αὐτὸν ἔβλαψεν, ἀλλὰ καὶ ὠφέλησεν, ἑαυτὸν δὲ οὐ μόνον οὐκ ὠφέλησεν, ἀλλὰ καὶ ἔβλαψε. Πῶς; Πρῶτον μὲν ὑπὸ τοῦ συνειδότος μαστιζόμενος τοῦ πονηροῦ, καὶ καθ' ἑκάστην ἡμέραν κεντούμενος, καὶ παρὰ πάντων καταγινωσκόμενος· ἔπειτα ἐν τῷ μέλλοντι κρίματι. Ἀλλ' ὅτι μὲν οὗτος βλάπτεται, δῆλον ἐντεῦθεν κατέστη· πῶς δὲ ὠφελεῖται ἐκεῖνος, εἰπέ. Ὅτι τὸ κακῶς παθεῖν καὶ φέρειν γενναίως, μέγα κέρδος ἔχει· ἔστι γὰρ ἁμαρτημάτων λύσις τὸ παθεῖν κακῶς, ἔστι φιλοσοφίας γυμνάσιον, ἔστιν ἀρετῆς διδασκαλία. Ἴδωμεν οὖν τίς ἐν κακοῖς, οὗτος ἢ ἐκεῖνος. Ἐκεῖνος μὲν γὰρ ἂν ᾖ φιλόσοφος, γενναίως οἴσει· οὗτος δὲ καθ' ἑκάστην ἡμέραν ἐν τρόμῳ ἔσται καὶ ὑποψίᾳ· τίς οὖν ἀδικεῖται, οὗτος ἢ ἐκεῖνος; Μύθους λέγεις, φησίν· ὅταν γάρ τις μὴ ἔχῃ φαγεῖν, καὶ ἀναγκάζηται ἀποδύρεσθαι καὶ ἀποδυσπετεῖν, ἢ προσελθὼν ἐπαιτεῖν καὶ μὴ λάβῃ, οὐχὶ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα προσαπολλύει; Μύθους σὺ λέγεις· ἐγὼ γὰρ ἐπιδεικνύω πράγματα. Εἰπὲ γάρ μοι, οὐδεὶς τῶν πλουτούντων ἀποδυσπετεῖ; Τί οὖν; μὴ ἡ πενία αἰτία τούτου; Ἀλλὰ οὐ λιμώττει; Καὶ τί τοῦτο; Μείζων ἡ δίκη, ὅταν μετὰ πλούτου τοῦτο ποιῇ. Οὔτε γὰρ πλοῦτος γενναῖον ποιεῖ, οὔτε ἀσθενῆ πενία· ἐπεὶ οὐδεὶς ἂν τῶν ἐν πλούτῳ ζώντων μοχθηρὸν ἔζη βίον, οὐδ' ἂν ἑαυτῷ κατηράσατο οὐδεὶς τῶν ἐν πενίᾳ. Ὅτι δὲ ὄντως μῦθοι τὰ παρ' ὑμῶν, ἐκεῖθεν ὑμῖν ποιήσω φανερόν. Εἰπέ μοι, ὁ Παῦλος ἐν πενίᾳ ἦν, ἢ ἐν πλούτῳ; ἐλίμωττεν, ἢ οὐχί; Αὐτοῦ ἔστιν ἀκοῦσαι λέγοντος· Ἐν λιμῷ καὶ δίψει. Οἱ προφῆται ἐλίμωττον, ἢ οὐχί; Κἀκεῖνοι ἀπεδυσπέτουν. Πάλιν Παῦλόν μοι φέρεις, πάλιν τοὺς προφήτας, δέκα καὶ εἴκοσιν ἀνθρώπους. Ἀλλὰ πόθεν βούλει; Ἀπὸ τῶν πολλῶν, φησὶ, δεῖξόν μοί τινας φέροντας γενναίως. Ἀλλὰ τὸ σπάνιον ἀεὶ τοιοῦτον, καὶ ὀλίγοι οἱ καλοί. Εἰ βούλει δὲ, καὶ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἐξετάσωμεν. Ἴδωμεν τίνος ἡ φροντὶς μείζων καὶ δριμυτέρα, καὶ τίνος εὐφορωτέρα. Οὐχ ὁ μὲν ὑπὲρ τῆς ἀναγκαίας μεριμνᾷ τροφῆς, ὁ δὲ ὑπὲρ μυρίων πραγμάτων ταύτης ἀφέμενος; Οὐ δέδοικεν ὑπὲρ λιμοῦ ὁ πλούσιος, ἀλλ' ὑπὲρ ἑτέρων δέδοικε· πολλάκις ὑπὲρ σωτηρίας αὐτῆς. Οὐκ ἔχει τὴν ἀμεριμνίαν τῆς τροφῆς ὁ πένης, ἀλλ' ἔχει τὴν ἑτέραν ἀμεριμνίαν, τὴν ἀσφάλειαν, τὴν ἡσυχίαν,