276
τὴν ἄδειαν. εʹ. Ἄλλως δὲ, εἰ μὴ κακὸν τὸ ἀδικεῖν, ἀλλὰ καλὸν, διὰ τί αἰσχυνόμεθα; διὰ τί ἐγκαλυπτόμεθα; διὰ τί ὀνειδιζόμενοι ἀγανακτοῦμεν καὶ δυσχεραίνομεν; Εἰ μὴ καλὸν τὸ ἀδικεῖσθαι διὰ τί ἐναβρυνόμεθα καὶ ἐγκαλλωπιζόμεθα τῷ πράγματι, καὶ δικαιολογούμεθα ἐν τούτῳ; Θέλεις μαθεῖν πῶς τοῦτο ἐκείνου βέλτιον; Ὅρα τοὺς ἐν τούτῳ, 60.358 ὅρα τοὺς ἐν ἐκείνῳ. ∆ιὰ τί νόμοι; διὰ τί δικαστήρια; διὰ τί τιμωρίαι; οὐχὶ δι' ἐκείνους ὡς νοσοῦντας καὶ κάμνοντας; Ἀλλ' ἡ ἡδονὴ πολλὴ, φησί. Μὴ εἴπωμεν τὰ μέλλοντα· τὰ παρόντα ἐξετάσωμεν. Τί χεῖρον ἀνδρὸς τοιαύτην ἔχοντος ὑποψίαν; τί σφαλερώτερον; τί σαθρότερον; οὐκ ἐν ναυαγίῳ διαπαντός ἐστι; Κἂν δίκαιόν τι πράττῃ, οὐ πιστεύεται, ἀπὸ τῆς δυνάμεως καταδικαζόμενος παρὰ πάντων· πάντας γὰρ τοὺς συνοικοῦντας κατηγόρους ἔχει· οὐ φιλίᾳ χρήσασθαι δύναται· οὐδεὶς γὰρ ἂν ἕλοιτο ταχέως τοιαύτην δόξαν ἔχοντος ἀνθρώπου γενέσθαι φίλος, ὥστε μὴ κοινωνῆσαι αὐτῷ τῆς ὑπολήψεως. Καθάπερ θηρίον, οὕτω πάντες ἀποστρέφονται· καθάπερ λυμεῶνα καὶ ἐχθρὸν καὶ ἀνδροφόνον καὶ τῆς φύσεως πολέμιον, τὸν ἄδικον ἄνθρωπον. Ἂν εἰς δικαστήριον ἐμπέσῃ, οὐδὲ κατηγόρου δεῖται ὁ ἠδικηκὼς, τῆς δόξης ἀντὶ παντὸς κατηγόρου καταδικαζούσης αὐτόν. Ἀλλ' οὐχ ὁ ἀδικούμενος οὕτως, ἀλλὰ πάντας ἔχει προστάτας, συναλγοῦντας, χεῖρα ὀρέγοντας· ἐπ' ἀσφαλείᾳ ἕστηκεν. Εἰ καλὸν τὸ ἀδικεῖν καὶ ἀσφαλὲς, ὁμολογείτω τις εἶναι ἄδικος· εἰ δὲ οὐ τολμᾷ, τί δήποτε ὡς ἀγαθὸν μετέρχεται; Ἴδωμεν δὲ πῶς καὶ ἐν ἡμῖν αὐτοῖς, ἂν γένηται τοῦτο, πόσα γίνεται κακά. Εἰπὲ γάρ μοι, ἄν τι τῶν ἐν ἡμῖν τὸ οἰκεῖον ὑπερβὰν μέτρον τοῦ ἑτέρου ἐφίηται, καὶ βουληθῇ ἀφεὶς ὁ σπλὴν τὸν οἰκεῖον τόπον λαβεῖν τὸ ἀλλότριον μετὰ τοῦ οἰκείου, οὐχὶ νόσος τοῦτό ἐστι; Τὸ ὑγρὸν πάλιν τὸ ἐν ἡμῖν, ὁ χυμὸς, εἰ πάντα πληρώσει, οὐχὶ ὕδερος τοῦτό ἐστι; Μετ' ἐκείνου ἡ χολὴ πάλιν εὐρυχωρίαν ζητείτω, καὶ πανταχοῦ διαχείσθω τὸ αἷμα. Τί δὲ ἐν τῇ ψυχῇ ὁ θυμὸς, ἡ ἐπιθυμία, καὶ τὰ ἄλλα πάντα, ἐὰν ὑπερβῇ τὸ μέτρον, οὐχὶ ἑαυτὸν συνδιέφθειρεν; Οὕτω καὶ ἡ τροφή· ἐὰν ὑπὲρ ὃ δύναται πέπτεσθαι προσληφθῇ, νόσοις τὸ σῶμα περιέβαλε. Πόθεν γὰρ αἱ ποδαλγίαι; πόθεν αἱ παρέσεις καὶ ὁ κλόνος τοῦ σώματος; ἆρα οὐκ ἀπὸ τῆς τῶν τροφῶν ἀμετρίας; Πάλιν ἐν τῷ σώματι ἐὰν πλεῖον βουληθῇ λαβεῖν ὁ ὀφθαλμὸς, ἢ πλέον ἰδεῖν τοῦ ὡρισμένου θελήσειεν, ἢ μεῖζον ἀναλάβοι φῶς, ἔβλαψε μᾶλλον ἢ ὠφέλησε τὸ ὑπὲρ μέτρον. Εἰ δὲ ἔνθα ἀγαθόν τι τὸ φῶς ἐστι, ὁ ὀφθαλμὸς εἰ πλέον ἰδεῖν θελήσειεν ἀπόλλυται· ὅταν λαμπρότερον ἴδῃ, ἐννόησον ἐπὶ τοῦ κακοῦ. Ἡ ἀκοὴ ἐὰν μεγάλην δέξηται φωνὴν, ἀπόπληκτος ἡ διάνοια γίνεται· ὁ νοῦς ἐπειδὰν τὰ ὑπὲρ ἑαυτὸν λογίσηται, ἐκπλήττεται, καὶ ὅπερ ἂν πλέον τοῦ δέοντος γένηται, παραπόλλυσι. Τοῦτο γὰρ πλεονεξία, πλέον ἔχειν τοῦ ὡρισμένου. Οὕτω δὴ καὶ ἐπὶ χρημάτων, ὅταν βουλώμεθα ἐπιτιθέναι φορτία πλείονα, εἰ καὶ μὴ αἰσθανόμεθα, χαλεπὸν ἐν ἑαυτοῖς τρέφομεν τὸ θηρίον, πολλὰ ἔχοντες, πολλῶν δεόμενοι, φροντίσι μυρίαις περιβάλλοντες ἑαυτοὺς, πολλὰς τῷ διαβόλῳ παρέχοντες λαβάς. ∆ιὰ τοῦτο οὐδὲ χρεία καμάτου ἐπὶ τῶν πλουτούντων τῷ διαβόλῳ· ἕτοιμοι γὰρ αὐτῷ πρὸς καταφορὰν ἀπὸ τοῦ πλούτου μάλιστα γίνονται. Ἀλλ' οὐκ ἐπὶ τῶν πενίᾳ συζώντων, ἀλλὰ πᾶν τὸ ἐναντίον. Οὕτως αὐτὰ καθ' ἑαυτὰ ἀπόλλυσι τὰ πράγματα. ∆ιὸ παρακαλῶ ἀπέχεσθαι τῆς τούτων ἐπιθυμίας, ἵνα δυνηθῶμεν διαδράναι τὰς τοῦ πονηροῦ παγίδας, καὶ ἀρετῆς ἐπιλαβόμενοι τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.357 ΟΜΙΛΙΑ ΝΒʹ. Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς
Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόν των εἰς τὸ ἀκροατήριον