278
ἐπαγγελίας ὑπὸ τοῦ Θεοῦ, ἕστηκα κρινόμενος· εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν, ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον, ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων. Τί; ἄπιστον κρίνεται παρ' ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει; ∆ύο τίθησι περὶ ἀναστάσεως λογισμοὺς, ἕνα μὲν τὸν ἀπὸ προφητῶν· καὶ οὐ παράγει προφήτην, ἀλλ' αὐτὴν τῶν Ἰουδαίων τὴν δόξαν· ἄλλον δὲ τὸν καὶ ἰσχυρότερον τὸν ἀπὸ πραγμάτων. Ποῖον δὴ τοῦτον; Ὅτι διελέχθη αὐτῷ ὁ Χριστὸς, ἀναστὰς ἐκ νεκρῶν. Καὶ κατασκευάζει καὶ τοῦτον ἀπὸ λογισμῶν, τὴν προτέραν αὐτοῦ μανίαν διηγούμενος ἀκριβῶς· εἶτα καὶ μετὰ ἐγκωμίου τῶν Ἰουδαίων· Νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει, φησὶ, καταντῆσαι. Ὥστε εἰ καὶ μὴ ἀλήπτου βίου ἤμην, ὑπὲρ τούτων οὐκ ἔδει κρίνεσθαι, βασιλεῦ Ἀγρίππα. Εἶτα καὶ ἄλλος λογισμός. Τί; ἄπιστον κρίνεται παρ' ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει; Εἰ γὰρ μὴ τοιαύτη δόξα ἦν, εἰ γὰρ μὴ ἀνατεθραμμένοι ἦσαν ἐν τούτοις τοῖς δόγμασι, νῦν δὲ εἰσεφέρετο, ἴσως οὐκ ἂν ἐδέξατό τις τὸν λόγον. Εἶτα λέγει, πῶς ἐδίωκε· καὶ τοῦτο κατασκευαστικόν· καὶ τοὺς ἀρχιερεῖς παράγει μάρτυρας, καὶ τὰς ἔξω πόλεις, καὶ ὅτι ἤκουσε λέγοντος αὐτῷ· Σκλῆρόν σοι πρὸς κέντρα λακτίζειν. Ἔπειτα δείκνυσι καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ διωκόμενος ὤφθη, καὶ ὅτι Οὐκ ἐμὲ μόνον εὐεργέτησεν, ἀλλὰ καὶ ἑτέροις ἔπεμψε διδάσκαλον. βʹ. ∆είκνυσι δὲ καὶ τὴν προφητείαν, ἣν ἤκουσεν Εἰς τοῦτο ὤφθην σοι· ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω. Ταῦτα πάντα δεικνὺς, ἔλεγεν· Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι. Ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών· ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον· καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν ∆αμασκὸν μετ' ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον· Τίς εἶ, Κύριε; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι,καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες, ὧν τε ὀφθήσομαί σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν τοῦ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Σκόπει, πῶς ἡμέρως διαλέγεται. Ὁ Θεὸς φησὶν, εἶπε πρός με, ὅτι Ὤφθην σοι προχειρίσασθαι σε ὑπηρ 60.361 έτην καὶ μάρτυρα, ὧν τε εἶδες, ὧν τε ὀφθήσομαι σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν. Ὡσεὶ ἔλεγε· Τούτοις ἐπείσθην, ταύτῃ τῇ ὀπτασίᾳ με ἐπηγάγετο, καὶ οὕτως ἔπεισεν, ὥστε μὴ ἀναβάλλεσθαι. Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ· ἀλλὰ τοῖς ἐν ∆αμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. Ὁ τοίνυν καὶ τοὺς ἄλλους παιδεύων περὶ βίου ἀρίστου, πῶς ἂν αὐτὸς στάσεως καὶ φιλονεικίας, φησὶν, ἀρχηγὸς γέγονα; Ἕνεκα τούτων οἱ Ἰουδαῖοί με συλλαβόμενοι ἐν τῷ ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται