279
ἐλάλησαν μελλόντων γίνεσθαι, καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν. Ὅρα, πῶς ἐκτὸς κολακείας ἐστὶν ὁ λόγος αὐτοῦ, καὶ τὸ πᾶν ἐπιγράφει τῷ Θεῷ. Εἶτα ἡ παῤῥησία. Ἀλλ' οὐδὲ νῦν ἀφίσταμαι· καὶ τὸ ἀσφαλές· Ἀπὸ γὰρ προφητῶν ἰσχυρίζομαι, Εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν· ὡσεὶ ἔλεγεν, ὅτι Πρῶτος ὁ Χριστὸς ἀναστὰς, οὐκέτι ἀποθνήσκει. ∆ῆλον ἐκ τοῦ πᾶσι καταγγεῖλαι τοῦτο καὶ εἰς ἑαυτοὺς προσδοκᾷν. Εἶτα τὴν παῤῥησίαν ὁ Φῆστος ἰδὼν, ἐπειδὴ πρὸς τὸν βασιλέα διελέγετο, μὴ μεθιστάμενος τοῦ πρὸς αὐτὸν ἀποβλέπειν, ὥσπερ ἔπαθέ τι, καί φησι· Μαίνη, Παῦλε. Ὅτι δὲ παθὼν τοῦτο λέγει, ἄκουε τῶν ἑξῆς· Ταῦτα δὲ αὐτοῦ διαλεγομένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη· Μαίνῃ, Παῦλε, τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. Τί οὖν ὁ Παῦλος; μετὰ ἐπιεικείας ἀποκρινόμενος, Οὐ μαίνομαι, φησὶ, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει, δι' ἣν πρὸς τὸν βασιλέα τὸν λόγον ἀπέστρεψεν· Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεὺς, πρὸς ὃν καὶ παῤῥησιαζόμενος λαλῶ· λανθάνειν γὰρ τούτων αὐτόν τι οὐ πείθομαι οὐδέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα, ὅτι πιστεύεις. Τοῦτο οὕτως εἶπε, μονονουχὶ διασύρων καὶ λέγων πρὸς αὐτούς· Οἶδα, ὅτι πάντα οἶδεν ἀκριβῶς· καὶ ἔδει μὲν πρώτους ὑμᾶς ταῦτα εἰδέναι (τὸ γὰρ ἐπαγόμενον τοῦτο δηλοῖ, τὸ, Οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο), ἀλλ' οὐκ ἠθελήσατε. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις. Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Ὁ δὲ Παῦλος εἶπεν· Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ, καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους, ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. Ὅρα πῶς εὔχεται, λέγων· Εὐξαίμην ἂν ἔγωγε τῷ Θεῷ [οὐκ] ἐν ὀλίγῳ, τουτέστι, παρὰ μικρόν. Καὶ οὐχ ἁπλῶς εὔχεται, ἀλλὰ καὶ ἐπιτεταμένως. Τοιούτους, φησὶ, γενέσθαι πάντας, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας, ὁποῖος κἀγώ εἰμι. Εἶτα καὶ προστίθησι· Παρεκτὸς τῶν δεσμῶν τούτων· οὐκ ἀποδυσπετῶν διὰ τὰ δεσμὰ, οὐδὲ αἰσχυνόμενος διότι ἐδέδετο (τοῦτο γὰρ ἦν αὐτῷ, εἴπερ τι ἄλλο, ἄξιον δόξης)· ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόληψιν ἀφορῶν, οὕτως εἶπε. ∆ιὰ τοῦτο προσέθηκε τὸ, Παρεκτὸς τῶν δεσμῶν τούτων. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ 60.362 ἀνεγνωσμένα. Τῇ οὖν ἐπαύριον εἰσελθόντων εἰς τὸ ἀκροατήριον, κελεύσαντος τοῦ Φήστου, φησὶν, ἤχθη ὁ Παῦλος. Ἀπέστησαν λοιπὸν οἱ Ἰουδαῖοι τῇ ἐφέσει χρησαμένου ἐκείνου, καὶ τότε αὐτῷ λαμπρὸν τὸ θέατρον γίνεται· μετὰ πολλῆς γὰρ τῆς φαντασίας ὁ βασιλεὺς καὶ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων παρῆσαν οὐχ οἱ μὲν, οἱ δὲ οὔ. Τὸ πλῆθος τῶν Ἰουδαίων, φησὶ, συνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν αὐτὸν ζῇν μηκέτι. γʹ. Ὅρα τὴν μανίαν· ἐβόων, δεῖν αὐτὸν ἀποθανεῖν λέγοντες. Ἐντεῦθεν δείκνυσιν, ὅτι δικαίως ἐπεκαλέσατο Καίσαρα. Εἰ γὰρ οὐδὲν μὲν εἶχον δεινὸν εἰπεῖν, ἐκεῖνοι δὲ ἐμεμήνεσαν, εἰκότως ἐπ' ἐκεῖνον ἔρχεται. Ὅπως τῆς ἀνακρίσεως ὑφ' ὑμῶν γενομένης, σχῶ τί γράψαι, φησίν. Ὁρᾷς, πῶς βασανίζεται πολλάκις τὸ πρᾶγμα; Καὶ τῆς ἀπολογίας τοίνυν ταύτης Ἰουδαῖοι αἴτιοι, ἣν ἔμελλον μανθάνειν καὶ οἱ ἐν τῇ Ῥώμῃ. Περὶ πάντων ὧν ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, φησὶν, ἥγημαι ἐμαυτὸν μακάριον, μέλλων ἐπὶ σοῦ ἀπολογεῖσθαι. Ὅρα πῶς κήρυκες ἄκοντες καὶ τῆς οἰκείας γίνονται κακίας καὶ τῆς Παύλου ἀρετῆς καὶ αὐτῷ τῷ κρατοῦντι· ὥστε λαμπρότερον ἀπήγετο Παῦλος, ἢ εἰ χωρὶς δεσμῶν ἀπῆλθεν· οὐκέτι γὰρ ὡς πλάνος καὶ γόης τοσούτων αὐτὸν ἀφέντων δικαστῶν ἀπήγετο. Πάντα τοίνυν ἀποδυσάμενος παρ' οἷς ἐτέχθη καὶ ἐτράφη, οὐχ ἁπλῶς, ἀλλ' οὕτω καθαρὸς ὑποψίας ἐπιβαίνει τῆς Ῥώμης. Καὶ οὐκ εἶπε· Τί δὴ τοῦτο; ἅπαξ ἐπεκαλεσάμην Καίσαρα· μυριάκις ἐκρίθην· μέχρι πότε; ἀλλὰ τί; Πάλιν ἕτοιμος ἐγένετο δοῦναι εὐθύνας καὶ ἐπὶ τοῦ μάλιστα εἰδότος τὰ κατὰ