280
Ἰουδαίους. ∆ιὸ καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἀπολογεῖται, ἅτε οὐκ ὄντων κυρίων τῶν καταδικαζόντων αὐτόν· ὃς, καίπερ οὐκ ὄντων κυρίων, ἀλλὰ τῆς ἀποφάσεως ἐκείνης κρατούσης, ὅτι Πρὸς Καίσαρα πορεύσῃ, δίδωσι λόγον ὅμως, καὶ πολλὰς τὰς εὐθύνας περὶ πάντων· οὐ περὶ τῶν μὲν, περὶ τῶν δὲ οὔ. Μονονουχὶ δὲ τοῦτο λέγει δι' ὧν ἀποκρίνεται· Ἐγκαλοῦσιν ὑπὲρ στάσεως, ἐγκαλοῦσιν ὑπὲρ αἱρέσεως, καὶ ὅτι τὸν ναὸν ἐβεβήλωσα· περὶ πάντων ἀπολογοῦμαι· Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος ἴσασι πάντες οἱ Ἰουδαῖοι· ὅτι μὲν οὐ τοῦ ἐμοῦ τρόπου τὸ στάσεις ποιεῖν, αὐτοὶ μάρτυρες οἱ κατήγοροι. Ὃ καὶ πρὸ τούτου λέγει· Ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων, τοῦτο καὶ ἐνταῦθα αἰνίττεται διὰ τοῦ εἰπεῖν, Τὴν ἐκ νεότητός μου βίωσιν. Καὶ ὅτε ὅλος ὁ δῆμος παρῆν, τότε καλεῖ αὐτῶν τὴν μαρτυρίαν. Οὐκ ἐπὶ τοῦ δικαστηρίου δὲ τοῦ Λυσίου τοῦτο ποιεῖ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Φήστου· καὶ πάλιν ἐνταῦθα, ὅτε πλείους παρῆσαν· ἐκεῖ δὲ οὐ πολλῆς ἀπολογίας ἔδει, τῶν γραμμάτων τοῦ Λυσίου ἀφιέντων αὐτόν. Ἴσασι, φησὶ, πάντες Ἰουδαῖοι προγινώσκοντές με ἄνωθεν. Καὶ οὐ λέγει, ποταπὸς αὐτοῦ ὁ βίος, ἀλλὰ ἀφίησιν αὐτῶν τῷ συνειδότι, καὶ τὸ πᾶν ἐν τῇ αἱρέσει τίθησι, δεικνὺς ἐντεῦθεν οὐκ ἂν ἑλόμενος αὐτὴν, εἰ πονηρὸς ἦν καὶ μοχθηρός. Ὑπὲρ τῆς αἱρέσεως τοίνυν ταύτης, ἧς, φησὶν, ἕστηκα κρινόμενος. Αὕτη καὶ παρ' αὐτοῖς πρεσβεύεται, διὰ ταύτην ηὔχοντο, διὰ ταύτην λατρεύουσιν, ἵνα ταύτης τύχωσι· ταύτην ἐγὼ καταγγέλλω, καὶ περὶ τῆς ἐλπίδος ταύτης ἐγκαλοῦμαι. Ἄρα μαινομένων ἐστὶ πάντα μὲν ὑπὲρ τοῦ τυχεῖν ταύτης ποιεῖν, τὸν δὲ εἰς ταύτην πιστεύοντα ἐλαύνειν. Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου, φησὶ, δεῖν πολλὰ ἐναντία πρᾶξαι· τουτέστιν, Ἔκρινα ταῦτα ποιεῖν, ὅτι οὐκ ἤμην τῶν μαθητῶν τοῦ Χριστοῦ, ἀλλὰ τῶν πολεμούντων αὐτῷ ὑπῆρχον. Ὅθεν καὶ ἀξιόπιστος γίνεται μάρτυς, ὅτι ὁ μυρία ποιῶν, καὶ πολεμῶν τοὺς πιστεύοντας, καὶ πείθων βλασφημεῖν, καὶ πάντα κινῶν, πόλεις, ἄρχοντας, καὶ δι' 60.363 ἑαυτοῦ ταῦτα πράττων, οὕτως ἐξαίφνης μεταβέβληται. Εἶτα πάλιν οἱ μάρτυρες οἱ συνόντες· εἶτα δείκνυσιν ἑαυτὸν δικαίως πεισθέντα, ἀπό τε τοῦ φωτὸς, ἀπό τε τῶν προφητῶν, ἀπό τε τῶν ἐκβάσεων, ἀπό τε τῶν νῦν γεγενημένων. Ἐπήγαγε γάρ· Ἡμέρας μέσης κατὰ τὴν ὁδὸν, εἶδον περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Ὅρα γοῦν, πῶς καὶ ἀπὸ τῶν προφητῶν, καὶ ἀπὸ τούτων αὐτοὺς πιστοῦται. Ἵνα γὰρ μὴ δόξῃ καινοτομεῖν, καίτοι ἔχων μεγάλα εἰπεῖν, πάλιν ἐπὶ τοὺς προφήτας καταφεύγει, καὶ τὰ αὐτῶν εἰς μέσον τίθησι. Τοῦτο μὲν οὖν ἀξιοπιστότερον ἅτε νῦν γενόμενον· ἀλλ' ἐπειδὴ μόνος εἶδε, πάλιν αὐτὸ ἀπὸ προφητῶν πιστοῦται. Καὶ ὅρα αὐτὸν οὐχ ὁμοίως διαλεγόμενον ἐν δικαστηρίῳ, καὶ ἐν ἐκκλησίᾳ· ἐκεῖ μὲν οὖν λέγει, ὅτι καὶ Ἀνείλετε· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ὥστε μὴ πλέον ἐκκαῦσαι τὸν θυμόν· ἀλλὰ τὸ αὐτὸ δείκνυσιν, εἰπὼν, Εἰ παθητὸς ὁ Χριστός. Οὕτως ἀφίησιν αὐτοὺς ἐγκλημάτων. Ὅπερ οὖν ἐγὼ καταγγέλλω, εἰ ἀνέστη πρῶτος ἐκ τῶν νεκρῶν, ἐκ τῶν προφητῶν δείκνυμι· καὶ γὰρ καὶ οἱ προφῆται τοῦτο καταγγέλλουσιν. Οὐκοῦν δέξασθε τὸν λόγον ὡς τὸν αὐτοῦ ὄντα τῶν προφητῶν. Ἐπεὶ δὲ εἶπε τὴν ὄψιν, λοιπὸν καὶ μετὰ ἀδείας καὶ τὰ κατορθώματα λέγει. Ποῖα ταῦτα; Τοῦ ἀνοῖξαι αὐτῶν, φησὶν, ὀφθαλμοὺς, καὶ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν. Εἰς τοῦτο γὰρ ὤφθην σοι· τουτέστιν, οὐχ ὥστε κολάσαι, ἀλλ' ὥστε ἀπόστολον ποιῆσαι. Ὅρα, τὰ συνέχοντα κακὰ τοὺς ἀπίστους δείκνυσι, τὸν Σατανᾶν, τὸ σκότος, ὥσπερ καὶ τὰ ἀγαθὰ τῶν πιστῶν, τὸ φῶς, τὸν Θεὸν, τὸν κλῆρον τῶν ἁγίων. Καὶ οὐχ ἁπλῶς μετανοεῖν παραινεῖ, ἀλλὰ καὶ βίον ἐπιδείκνυσθαι θαυμαστόν. Καὶ ὅρα πανταχοῦ τὰ ἔθνη συμπλεκόμενα τῷ λόγῳ· οἱ γὰρ παρόντες ἐξ ἐθνῶν ἦσαν. Μαρτυρόμενος, φησὶ, μικρῷ τε καὶ μεγάλῳ, τουτέστι καὶ ἐπισήμῳ καὶ ἀσήμῳ. Τοῦτο διὰ τοὺς στρατιώτας οὕτως εἶπεν. Εἶτα ἀφεὶς τὴν τάξιν τοῦ ἀπολογουμένου, τὴν τοῦ διδασκάλου ἔλαβε. ∆ιὸ καὶ ὁ Φῆστός φησι πρὸς αὐτόν· Μαίνῃ. Εἶτα, ἵνα μὴ δόξῃ αὐτὸς διδάσκαλος εἶναι,