281
ἐπάγει τοὺς προφήτας, τὸν Μωσέα· Εἰ παθητὸς, φησὶν, ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν. Ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη. Οὕτω θυμοῦ ἦν καὶ ὀργῆς ἡ φωνή. δʹ. Τί οὖν ὁ Παῦλος; Οὐ γάρ ἐστι, φησὶν, ἐν γωνίᾳ πεπραγμένον τοῦτο. Ἐνταῦθα περὶ τοῦ σταυροῦ λέγει τοῦτο, περὶ τῆς ἀναστάσεως· καὶ ὅτι πανταχοῦ τῆς οἰκουμένης γέγονε τὸ δόγμα, Πιστεύεις, βασιλεῦ, φησὶν, Ἀγρίππα; Οὐκ εἶπε, Τῇ ἀναστάσει, ἀλλὰ, Τοῖς προφήταις. Εἶτα προκαταλαμβάνει αὐτὸν, καί φησιν· Οἶδα, ὅτι πιστεύεις. Πρὸς ὃν καὶ ὁ Ἀγρίππας· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Οὐκ ἐνόησεν ὁ Παῦλος τί ἐστιν, Ἐν ὀλίγῳ, ἀλλ' ἐνόμισεν, ὅτι Ἐξ ὀλίγου· διὸ καὶ πρὸς τοῦτο ἀποκρίνεται· οὕτως ἰδιώτης ἦν. Καὶ οὐκ εἶπεν, Οὐ βούλομαι, ἀλλ' Εὔχομαι, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντας. Ὅρα κολακείας ἀπηλλαγμένον τὸν λόγον. Εὔχομαι, φησὶ, σήμερον γενέσθαι πάντας τοιούτους, ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων, Ὅρα· ὁ καυχώμενος ἐπὶ τοῖς δεσμοῖς, ὁ προφέρων αὐτοὺς καθάπερ ἅλυσιν χρυσῆν, τούτοις ἀπεύχεται νῦν. Καὶ μὴ θαυμάσῃς· ἔτι γὰρ ἀσθενέστερον διέκειντο, καὶ συγκαταβατικώτερος ἦν ὁ λόγος αὐτῷ. Ἐπεὶ, ὅτι τὰ δε 60.364 σμὰ βέλτιον ἡγεῖτο, ἄκουε πῶς ἀεὶ ἐν ταῖς ἐπιστολαῖς πάντων προτίθησι τῶν ἄλλων, λέγων· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ· καὶ πάλιν, Τούτου χάριν τὴν ἅλυσιν περίκειμαι, ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται· καὶ, Ἄχρι δεσμῶν ὡς κακοῦργος. Ὅρα· οὐχὶ, ∆εσμῶν, μόνον, ἀλλὰ καὶ, Ὡς κακοῦργος, προσέθηκεν, αὔξων τὴν ἀπὸ τῶν δεσμῶν δόξαν. ∆ιπλῆ δὲ ἡ τιμωρία, καὶ ὅτι ἐδέδετο, καὶ ὅτι ὡς κακοῦργος. Εἰ μὲν γὰρ οὕτως ἐδέδετο ὡς ἐπ' ἀγαθῷ, ἔφερέ τινα ἂν παραμυθίαν τὸ πρᾶγμα· νῦν δὲ καὶ ὡς κακοῦργος, καὶ ὡς ἐπὶ τοῖς δεινοῖς ἁλούς· καὶ ὅμως οὐδενὸς τούτων ἐφρόντιζε. Τοιοῦτον ψυχὴ πτερωθεῖσα τῷ οὐρανίῳ ἔρωτι. Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἐρῶντες ἔρωτα, οὐδὲν ἡγοῦνται οὔτε ἔνδοξον οὔτε τίμιον, ἀλλ' ἐκεῖνα, ὅσα ἂν αὐτοῖς πρὸς τὴν ἐπιθυμίαν συντείνῃ, ταῦτα κρίνεται καὶ ἔνδοξα καὶ ἔντιμα, καὶ τοῦτο πάντα αὐτοῖς ἐστιν ἡ ἐρωμένη, πολλῷ μᾶλλον οἱ τούτῳ ἁλόντες τῷ ἔρωτι, οὐδὲν ἡγοῦνται τὰ ἐπιτίμια. Εἰ δὲ οὐ νοοῦμεν τὰ λεγόμενα, οὐ θαυμαστόν· ἄπειροι γάρ ἐσμεν τῆς φιλοσοφίας ταύτης. Εἰ γάρ τις ἁλῷ τῷ πυρὶ τοῦ Χριστοῦ, τοιοῦτος γίνεται, οἷος ἂν γένηται ἄνθρωπος μόνος ἐπὶ τῆς γῆς οἰκῶν· οὕτως οὐδενὸς αὐτῷ μέλει δόξης καὶ ἀτιμίας· ἀλλ' ὥσπερ ἂν εἰ μόνος οἰκῶν οὐδενὸς ἂν ἐφρόντισεν, οὕτως οὐδὲ τότε ὁ τοιοῦτος φροντίζει. Πειρασμῶν δὲ οὕτω καταφρονεῖ καὶ μαστίγων καὶ δεσμωτηρίων, ὥσπερ ἂν εἰ ἐν ἀλλοτρίῳ σώματι ταῦτα ἔπασχεν, ἢ ὥσπερ ἂν εἰ ἀδαμάντινον ἐκέκτητο σῶμα· τῶν δὲ ἡδέων τῶν ἐν τῷ βίῳ οὕτω καταγελᾷ, καὶ ἀνεπαίσθητος αὐτῶν ἐστιν, ὥσπερ τῶν νεκρῶν σωμάτων ἡμεῖς, ἢ αὐτοὶ ὄντες νεκροί. Τοσοῦτον δὲ ἀπέχει ἁλῶναι πάθει τινὶ, ὅσον χρυσὸς πυρούμενος ὁ καθαρὸς ἂν ἀπόσχοιτο κηλῖδος. Ὥσπερ γὰρ μυῖαι εἰς μέσην φλόγα οὐκ ἂν ἐμπέσοιεν, ἀλλὰ φεύγουσιν, οὕτω καὶ τὰ πάθη οὐδὲ ἐγγὺς γενέσθαι τούτου τολμᾷ. Καὶ τούτων ἐβουλόμην μὲν ἀφ' ἡμῶν τὰ παραδείγματα παραγαγεῖν δύνασθαι· ἐπειδὴ δὲ ἀποροῦμεν, ἀνάγκη πρὸς αὐτὸν τοῦτον καταφυγεῖν. Ὅρα γοῦν αὐτὸν πρὸς πάντα τὸν κόσμον πῶς διέκειτο. Ἐμοὶ κόσμος ἐσταύρωται, φησὶ, κἀγὼ τῷ κόσμῳ· τουτέστι, Νεκρός εἰμι τῷ κόσμῳ, κἀκεῖνος ἐμοὶ νεκρός. Καὶ πάλιν· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τοῦτο μόνου Παύλου λέγειν ἐστιν, ἡμῶν δὲ τῶν ἐκείνου τοσοῦτον ἀπολειπομένων, ὅσον τῆς γῆς ὁ οὐρανὸς, ἐγκαλύπτεσθαι, ὡς μηδὲ τὸ στόμα διᾶραι τολμᾷν. Ὅτι δὲ ὡς ἐν ἐρημίᾳ ἦν, καὶ οὕτως ἑώρα τὰ παρόντα, ἄκουε αὐτοῦ λέγοντος· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τί λέγεις; Καὶ μὴν τὸ ἐναντίον οὗ λέγεις ἐστί· τὰ μὲν γὰρ ἀόρατα οὐ βλέπομεν, τὰ δὲ ὁρατὰ βλέπομεν. Ὁποίους ἔσχες ὀφθαλμοὺς, τοιοῦτοί εἰσιν οἱ παρὰ τοῦ Χριστοῦ δεδομένοι· καθάπερ γὰρ οὗτοι τὰ μὲν ὁρώμενα ὁρῶσι, τὰ δὲ οὐχ ὁρώμενα οὐχ ὁρῶσιν· οὕτως ἐκεῖνοι τοὐναντίον· οὐδεὶς τὰ ἀόρατα βλέπων, τὰ ὁρατὰ βλέπει· οὐδεὶς τὰ ὁρώμενα βλέπων, τὰ ἀόρατα βλέπει.