285
καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαμεν. Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινομένων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σώζεσθαι ἡμᾶς. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν, εἶπεν. Ὅρα· μετὰ τὸν τοσοῦτον χειμῶνα οὐκ ἐπεμβαίνων αὐτοῖς διαλέγεται, ἀλλὰ βουλόμενος κἂν εἰς τὸ μέλλον πιστευθῆναι. Ὅθεν καὶ τὰ γεγενημένα παραλαμβάνει εἰς μαρτυρίαν τῆς τῶν ῥηθησομένων ἀληθείας. Καὶ δύο προλέγει, ὅτι τε εἰς νῆσον ἐκπεσεῖν δεῖ, καὶ ὅτι τὸ μὲν πλοῖον ἀπολεῖται, οἱ δὲ ἐνόντες σωθήσονται (ὅπερ οὐκ ἦν στοχασμοῦ, ἀλλὰ προφητείας), καὶ ὅτι αὐτὸν Καίσαρι δεῖ παραστῆναι. Τὸ δὲ, Κεχάρισταί σοι ὁ Θεὸς ἅπαντας, ὅπερ εἶπεν, οὐκ ἀλαζονείας ἐστὶν, ἀλλὰ βουλομένου προσαγαγέσθαι τοὺς ἐμπλέοντας· οὐχ ἵνα γὰρ αὐτῷ χάριν ἔχωσιν, ἀλλ' ἵνα πείθωνται τοῖς ὑπ' αὐτοῦ λεγομένοις, οὕτως εἶπε. Τὸ δὲ, Κεχάρισταί σοι ὁ Θεὸς, τῷ Παύλῳ εἴρηται. Τοῦτο μονονουχὶ λέγων αὐτῷ· Ἄξιοι μὲν εἰσὶν ἀποθανεῖν, ἐπειδὴ παρήκουσαν· πλὴν εἰς τὴν χάριν τὴν σὴν τοῦτο γίνεται. Πολλῆς δὲ, φησὶν, ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· Ἔδει μὲν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι, μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. Καὶ τανῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία 60.369 ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ ἄγγελος τοῦ Θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω, λέγων· Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδοὺ κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. ∆ιὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ, ὅτι οὕτως ἔσται καθ' ὃν τρόπον λελάληταί μοι. Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν. Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ κατὰ μέσον τῆς νυκτὸς, ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· καὶ βολίσαντες, εὗρον ὀργυιὰς κʹ· βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς ιεʹ· φοβούμενοί τε μή πως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, εὔχοντο ἡμέραν γενέσθαι. Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρώρας μελλόντων ἀγκύρας ἐκτείνειν, εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. Τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. Ἐνταῦθα δείκνυσιν, ὅτι ἔμελλον οἱ ναῦται φεύγειν ἀπιστοῦντες τῷ λεγομένῳ· ὁ δὲ ἑκατόνταρχος πιστεύει σὺν τοῖς στρατιώταις. ∆ιὸ καί φησιν· Ἐὰν οὗτοι φύγωσιν, ὑμεῖς σωθῆναι οὐ δύνασθε· οὐ διὰ τοῦτο εἰπὼν, ἀλλ' ἵνα κατάσχῃ αὐτοὺς, καὶ ἡ προφητεία μὴ διαπέσῃ. Ὅρα καθάπερ ἐν ἐκκλησίᾳ παιδευομένους αὐτοὺς τοῦ Παύλου τὴν φιλοσοφίαν, οὓς καὶ ἐκ μέσων αὐτῶν σώζει τῶν κινδύνων. Καὶ οἰκονομικῶς ἀπιστεῖται ὁ Παῦλος, ἵνα μετὰ τὴν πεῖραν τῶν πραγμάτων πιστευθῇ· ὅπερ οὖν καὶ γέγονε. Καὶ παραινεῖ πάλιν μεταλαβεῖν τροφῆς, καὶ πείθονται· καὶ αὐτὸς πρῶτος μεταλαμβάνει, οὐ λόγῳ, ἀλλὰ καὶ ἔργῳ πείθων ὡς οὐδὲν ἔβλαψεν ὁ χειμὼν, ἀλλὰ μᾶλλον αὐτῶν τὰς ψυχὰς καὶ ὠφέλησεν. Ἄχρι δὲ οὗ ἔμελλεν ἡμέραν γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων· Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες, ἄσιτοι διατελεῖτε μηδὲν προσλαβόμενοι. ∆ιὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ τῆς κεφαλῆς πεσεῖται. Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν. Εὔθυμοι δὲ γενόμενοι πάντες, καὶ αὐτοὶ προσελάβοντο τροφῆς. Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ διακόσιαι ἑβδομηκονταέξ. Κορεσθέντες δὲ τῆς τροφῆς, ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δυνατὸν, ἐξῶσαι τὸ πλοῖον. Καὶ τὰς ἀγκύρας περιελόντες εἴων