286
εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμονα, τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον, ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρῶρα ἐρείσασα, ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων. γʹ. Πάλιν πειρᾶται ὁ διάβολος ἐμποδίσαι τῇ προφητείᾳ· καὶ ἐβουλεύοντό τινας ἀνελεῖν, ἀλλ' οὐκ εἴασεν ὁ ἑκατόνταρχος, ἵνα τὸν Παῦλον σώσῃ· οὕτως ἤδη ᾠκειωμέ 60.370 νος ἦν αὐτῷ. Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο, ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας διαφύγῃ. Ὁ δὲ ἑκατόνταρχος βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾷν ἀποῤῥίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν. Καὶ διασωθέντες, τότε ἐπέγνωσαν, ὅτι Μελίτη ἡ νῆσος καλεῖται. Ὁρᾷς ὅσον γέγονεν ἀγαθὸν ἀπὸ τοῦ χειμῶνος; Οὐκ ἄρα ἐγκαταλείψεως ἦν ὁ χειμών. Καὶ πῶς, φησὶν, ἔφερον ἄσιτοι ὄντες καὶ μηδενὸς μεταλαβόμενοι; Ὁ φόβος κατεῖχεν αὐτοὺς καὶ οὐκ εἴα εἰς ἐπιθυμίαν τροφῆς ἐμπεσεῖν, μέλλοντας ὑπὲρ τῶν ἐσχάτων κινδυνεύειν. Τὸ μὲν οὖν γενόμενον ἀπὸ τοῦ καιροῦ ἐγένετο· τὸ δὲ θαῦμα μεῖζον, ὅτι ἐν καιρῷ τοιούτῳ ἐκ μέσων ἐσώθησαν τῶν κινδύνων, αὐτός τε καὶ δι' αὐτὸν οἱ λοιποί. Καὶ ἐπάραντες τὸν ἀρτέμονα, τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Τοῦτο εἶπε, τὴν βίαν δεῖξαι βουλόμενος, ἢν ὑπέμενον χειμαζόμενοι· πολλάκις γὰρ οὐχ οὕτω ποιοῦσι. ∆ιὸ καὶ κατήγαγον τὴν ὀθόνην, τουτέστι τὰ ἱστία (ὅταν γὰρ σφοδρὸς ἄνεμος ᾖ, τοῦτο γίνεται), ἐγκόπτοντες τοῦ πνεύματος τὴν ῥύμην. Ταῦτα δὲ πάσχουσιν ἐν τῷ Ἀδρίᾳ, ἔνθα τὸ σώζεσθαι χαλεπόν. Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ διακόσιαι ἑβδομηκονταέξ. Καὶ πόθεν δῆλον, ὅτι τοσοῦτοι ἦσαν οἱ συμπλέοντες; Εἰκὸς ἦν αὐτοὺς ἐρωτᾷν τὴν αἰτίαν, δι' ἣν πλέουσι, καὶ μαθεῖν πάντα. Οἱ δὲ οὐδενὸς μετέλαβον, ὅτι οὐκ ἦν αὐτοῖς φροντὶς τροφῆς, ἅτε οὐ περὶ τῶν τυχόντων ὄντος τοῦ κινδύνου. Καὶ ὅρα πῶς οὐχ ἁπλῶς οὐδὲ ἡ παρολκὴ τοῦ πλοὸς γέγονε τῷ Παύλῳ, οὐδὲ ἄκαιρος ὁ πλοῦς, ἀλλὰ ποιεῖται αὐτὸν διδασκαλίας καιρόν. Οὐ μικρὸν δὲ τοῦτο, εἴ γε πάντες οὗτοι ἐπίστευσαν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς, παρῄνει ὁ Παῦλος λέγων αὐτοῖς· Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ ζημίας μέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὅρα τὸ ἄτυφον· ἵνα μὴ δόξῃ προφητεύειν, ἀλλ' ὡς ἀπὸ στοχασμοῦ λέγειν, Θεωρῶ, φησίν· οὐ γὰρ ἂν ἐδέξαντο, εὐθέως εἰ τοῦτο εἶπε. Πρότερον γοῦν προφητεύει, καὶ λέγει· Ὁ Θεὸς, ᾧ λατρεύω, ἐνάγων αὐτούς. Πῶς οὖν οὐκ ἐγένετο μετὰ ζημίας ψυχῶν; Ἐγένετο ἂν, εἰ μὴ ὁ Θεὸς διέσωσεν. Ὅσον γὰρ κατὰ τὴν φύσιν τοῦ πράγματος, ἀπώλοντο ἄν· ἀλλ' ὁ Θεὸς ἐκώλυσεν. Ὁ δὲ ἑκατοντάρχης, φησὶ, τῷ κυβερνήτῃ μᾶλλον ἐπείθετο ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις. Ἵνα δειχθῇ, ὅτι οὐκ ἀπὸ στοχασμοῦ ταῦτα ἔλεγεν, ὁ κυβερνήτης τὰ ἐναντία λέγει, καὶ ταῦτα ἔμπειρος ὤν· οὕτως οὐκ ἀπὸ στοχασμοῦ ἦν τὰ λεγόμενα. Ἀνευθέτου δὲ τοῦ λιμένος, φησὶν, ὑπάρχοντος. Ὅρα καὶ ὁ τόπος διδάσκει μὴ ἀπὸ στοχασμοῦ εἶναι, ἀνεύθετος ὤν· μᾶλλον δὲ ἀπὸ στοχασμοῦ φαίνονται λέγοντες ἐκείνων οἱ πλείους, οἳ καὶ βουλεύονται ἀναχθῆναι ἐκεῖθεν· ἀλλ' οὐδὲν αὐτοῖς πλέον ἐκ τούτου γίνεται· περιπίπτουσι γὰρ κλύδωνι, καὶ ἐκβολὴν ὧν ἐπεφέροντο ποιοῦνται. ∆ιὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγε· Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαμεν. Ἵνα μὴ ἔχωσι μετὰ ταῦτα ἀπειθεῖν, ταῦτα συγχωρεῖται. Καὶ χαλεπὸς χειμὼν ἐγείρεται, καὶ πολὺ τὸ σκότος γίνεται. Εἶτα ἵνα μὴ ἀπόλωνται, καὶ ὁ σῖτος ῥίπτεται καὶ πάντα· 60.371 τοῦτο γάρ ἐστι, Τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαμεν. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, εἶπεν ὁ Παῦλος· Ἔδει πειθαρχήσαντάς μοι κερδῆσαι τὴν ζημίαν. Εἶδες, πῶς οὐ μικρὰ πρὸς τὴν ἀκρόασιν συνεβάλετο καὶ ὁ χειμὼν καὶ τὸ σκότος; Καὶ ὅρα πῶς πείθεται ὁ ἑκατόνταρχος, ὥστε καὶ τὴν σκάφην ἀφεῖναι καὶ