287
ἀπολέσαι. Εἰ δὲ οἱ ναῦται οὐδέπω ἐπείσθησαν, ἀλλ' ὕστερον πείθονται, μὴ θαυμάσῃς· καὶ γὰρ τὸ γένος τὸ τούτων ἰταμόν πώς ἐστι καὶ σκληρὸν πρὸς τὸ πείθεσθαι. Σὺ δέ μοι σκόπει τὴν σύνεσιν καὶ ἐντεῦθεν τοῦ Παύλου. Οὐ γὰρ ἐπιτιμᾷ καὶ τραχύνεται, ἀλλ' ἡμέρως, Οὕτως ἔδει, φησίν. Ἤδει γὰρ, ὅτι οὐκ ἔστιν εὐπαράδεκτος ἐγκαλῶν τις ἐν συμφορᾷ, ἀλλ' ὅταν καὶ τὰ πλείονα παρατρέχῃ τῆς συμφορᾶς, τότε εὐπαράδεκτος γίνεται. Τότε τοίνυν ἐπιτίθεται, ὅτε πᾶσα ἡ ἐλπὶς τοῦ σωθῆναι περιῃρέθη· τότε καὶ τὰ χρηστὰ προλέγει. Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, φησὶ, φοβούμενοι ηὔχοντο ἡμέραν γενέσθαι. Ἵνα μή τις εἴπῃ, ὅτι οὐδὲν γέγονε, τοῦτο ἐπήγαγε, δεικνὺς πάντα γεγονότα. Ὅτι δὲ γέγονε, καὶ ὁ φόβος μαρτυρεῖ· Ηὔχοντο γὰρ, φησὶν, ἡμέραν γενέσθαι φοβούμενοι. Καὶ ὁ τόπος χαλεπός· κατὰ γὰρ τὸν Ἀδρίαν ταῦτα συμβαίνει· καὶ ἡ ἀσιτία ἡ πολλή· Τεσσαρεσκαιδεκάτην γὰρ σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε. Ὥστε ἐξ ἁπάντων ἐν μέσῳ ἦσαν θανάτου· διὸ καὶ ἐπάγει· Παρακαλῶ ὑμᾶς προσλαβεῖν τροφῆς. Τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· τουτέστι, Μή ποτε λιμῷ διαφθαρῆτε, τροφῆς μεταλάβετε. Λαβὼν δὲ ἄρτον, φησὶν, εὐχαρίστησε τῷ Θεῷ. δʹ. Ὅρα, τὸ εὐχαριστῆσαι αὐτὸν ἐπὶ τοῖς γεγενημένοις οὐ μόνον αὐτοὺς ἐπέῤῥωσεν, ἀλλὰ καὶ εὐθύμους ποιεῖ. Ἦμεν δὲ, φησὶ, πᾶσαι αἱ ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομηκονταέξ. Περὶ τούτων ἔλεγεν· Ἀποβολὴ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν. Τοῦτο πεπληροφορημένης ψυχῆς, τὸ εἰπεῖν, ὅτι σωθήσονται. Κορεσθέντες δὲ τῆς τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον. Ὁρᾷς; πρὸς τὸ λαβεῖν τροφὴν πείθονται μόνον· ἀλλ' οὕτω λοιπὸν τὸ πᾶν ἔῤῥιψαν ἐπὶ τὸν Παῦλον, ὡς καὶ τὸν σῖτον ἐκβαλεῖν. Ὅρα αὐτοὺς καὶ τὰ ἀνθρώπινα ποιοῦντας, καὶ οὐ κωλύοντα τὸν Παῦλον. Ὅτε δὲ, φησὶν, ἡμέρα ἐγένετο, ἀνῆκαν τὰς ζευκτηρίας. ∆ιαλύεται τὸ πλοῖον ἐν ἡμέρᾳ, ἵνα μὴ τῷ φόβῳ διαλυθῶσιν, ἵνα ἴδῃς ἔργῳ τὴν προφητείαν. Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο, ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν. Ὁρᾷς ὅτι καὶ κατὰ τοῦτο τῷ Παύλῳ ἐχαρίσθησαν; διὰ γὰρ αὐτὸν οὐκ εἴασεν αὐτοὺς ἀναιρεθῆναι ὁ ἑκατόνταρχος. Οὕτω μοι δοκοῦσιν ὡμολογημένοι εἶναι κακοὶ ἐκεῖνοι, ὥστε ἑλέσθαι αὐτοὺς καὶ ἀνελεῖν ἀλλ' οὐδὲν πλέον γέγονε, τοῦ βουλήματος κωλυθέντος, ἀλλ' οἱ μὲν ἐξεκολύμβησαν, οἱ δὲ ἐπὶ σανίδων ἐφέροντο, καὶ πάντες οὕτως ἐσώθησαν, καὶ ἡ προφητεία τέλος ἐλάμβανεν, εἰ καὶ μὴ τῷ χρόνῳ σεμνή τις οὖσα· οὐ γὰρ πρὸ πολλῶν ἐτῶν αὐτὴν προεῖπεν, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος· ἀνέλπιστα γὰρ ἦν πάντα, καὶ διὰ τῆς οἰκείας σωτηρίας ἐμάνθανον τίς ὁ Παῦλος ἦν. Ἀλλ' εἴποι ἄν τις· ∆ιὰ τί μὴ καὶ τὸ πλοῖον διέσωσεν; Ἵνα μάθωσιν οἷον κίνδυνον διέφυγον· ὅτι οὐκ ἀνθρωπίνης βοηθείας ἦν τὸ πᾶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χειρὸς χωρὶς πλοίου σωζούσης. Ὥστε οἱ δίκαιοι κἂν ἐν χειμῶνι ὦσι, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πελάγει, οὐδὲν πάσχουσι δεινὸν, ἀλλὰ καὶ ἑτέρους συνδιασώζουσιν. Εἰ πλοῖον κινδυνεῦον καὶ ναυάγιον ὑπομένον, καὶ δεσμῶται διὰ Παῦλον ἐσώθησαν, ἐννόησον, τί ἐστιν ἅγιον ἄνδρα 60.372 εἶναι ἐν οἰκίᾳ· πολλοὶ γὰρ οἱ χειμῶνες καὶ ἡμῖν ἐφίστανται, καὶ πολλῷ τούτων χαλεπώτεροι, ἀλλὰ δύναται καὶ ἡμᾶς χαρίσασθαι, μόνον ἐὰν πειθώμεθα τοῖς ἁγίοις καθάπερ ἐκεῖνοι, ἂν ποιῶμεν ἃ προστάττουσιν. Οὐ γὰρ ἁπλῶς σώζονται, ἀλλὰ καὶ αὐτοὶ πίστιν εἰσήνεγκαν. Κἂν δέσμιος ᾖ ὁ ἅγιος, τῶν λελυμένων μείζονα ἐργάζεται. Καὶ σκόπει τοῦτο ἐνταῦθα γεγενημένον. Ὁ λελυμένος ἑκατόνταρχος αὐτοῦ ἐδεῖτο τοῦ δεδεμένου· ὁ ἐπιστήμων κυβερνήτης τοῦ μὴ κυβερνήτου ἔχρῃζε, μᾶλλον δὲ τοῦ ὄντως κυβερνήτου. Οὐ γὰρ τοιοῦτον ἐκυβέρνα σκάφος, ἀλλὰ τῆς οἰκουμένης τὴν Ἐκκλησίαν, παρ' ἐκείνου μαθὼν τοῦ καὶ θαλάσσης ∆εσπότου, οὐκ ἀνθρωπίνῃ τέχνῃ, ἀλλὰ πνευματικῇ σοφίᾳ. Ἐν τῷ σκάφει τούτῳ πολλὰ ναυάγια, πολλὰ κύματα, πνεύματα πονηρίας, Ἔσωθεν μάχαι, ἔξωθεν φόβοι· ὥστε ὁ ὄντως κυβερνήτης ἐκεῖνος ἦν. Ὅρα δὴ τὸν βίον ἡμῶν ἅπαντα πῶς τοιοῦτός ἐστι. Ποτὲ μὲν γὰρ φιλανθρωπίας ἀπολαύομεν, ποτὲ δὲ χειμῶνος, ποτὲ καὶ παρ' οἰκείαν ἀβουλίαν, καὶ παρὰ τὸ ῥᾳθυμεῖν δὲ μυρίοις ἐμπίπτομεν κακοῖς· μᾶλλον