1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

291

πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ· ὃς ἀναδεξάμενος ἡμᾶς φιλοφρόνως ἐξένισε. Καλῶς οὕτως εἶπε· φιλοφροσύνης γὰρ μεγάλης, διακοσίας ἑβδομήκοντα τὸ ξενίσαι ψυχάς. Ἐννόησον τῆς φιλοξενίας ὅσον τὸ κέρδος· οὐχ ὡς ἀνάγκης οὔσης οὐδὲ ὡς ἄκων, ἀλλ' ὡς κέρδος τιθέμενος, τρεῖς ἡμέρας ἐξένισεν αὐτούς. ∆ιὸ καὶ ἀμοιβὴν τῆς τοιαύτης φιλοξενίας εἰκότως λαμβάνει, καὶ πολλῷ μείζονα ἢ ἔδωκε· τὸν γὰρ πατέρα αὐτοῦ θεραπεύει ὑπὸ δυσεντερίας κακῶς πάσχοντα· οὐ μόνον δὲ αὐτὸν, ἀλλὰ καὶ πολλοὺς ἔχοντας ἀσθενείας τῶν αὐτῶν ἀξιοῖ· ὃν καὶ ἀμειβόμενοι, τιμαῖς αὐτὸν καὶ χορηγίαις δωροῦνται. Τοῦτο δὲ δῆλον ποιῶν ἐπάγει· Οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν. Οὐχὶ 60.376 μισθὸν ἔλαβε, μὴ γένοιτο· ἀλλὰ τὸ γεγραμμένον πληροῦται· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οἱ δὲ οὕτως αὐτοὺς ὑποδεξάμενοι, εὔδηλον ὅτι καὶ τὸν λόγον ἐδέξαντο τοῦ κηρύγματος· οὐ γὰρ ἂν ἐν τριμήνῳ τοσαῦτα διελέχθη, μὴ σφόδρα αὐτῶν πιστευσάντων καὶ καρποὺς ἐπιδειξαμένων· ὥστε ἀπὸ τούτου τεκμήριον μέγα τοῦ πλήθους τῶν πιστευσάντων ἔστιν ἰδεῖν. Καὶ ἀνήχθημεν, φησὶ, ἐν πλοίῳ Ἀλεξανδρίνῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, παρασήμῳ ∆ιοσκούροις. Ἴσως τοῦτο ἦν γεγραμμένον ἐν αὐτῷ· οὕτως ἦσαν κατείδωλοι. Ὅρα ἐνδιατρίβοντας, καὶ πάλιν σπεύδοντας. Τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ' ἑαυτόν. Λοιπὸν αἰδέσιμος οὕτως ἦν ὁ Παῦλος, ὡς καὶ συγχωρεῖσθαι καθ' ἑαυτὸν εἶναι. Καὶ ξένον οὐδέν· εἰ γὰρ καὶ πρὸ τούτου φιλανθρώπως ἐχρήσαντο αὐτῷ, πολλῷ μᾶλλον νῦν. Καὶ ἐπιγενομένου, φησὶ, νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθημεν ἐπ' αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν. Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου φόρου καὶ Τριῶν ταβερνῶν. Ὅτι φοβηθέντες τὸν κίνδυνον ἐξῆλθον, καὶ ταῦτα ἱκανὰ ἐκείνους πιστώσασθαι. Ὅρα πῶς οὐδαμοῦ πόλει παρέβαλον ἐν τοσούτῳ πλῷ, ἀλλὰ νήσῳ, καὶ τὸν χειμῶνα ὁλόκληρον διήγαγον πλέοντες, ἐκείνων ῥυθμιζομένων εἰς τὴν πίστιν τῶν συμπλευσάντων, λέγω. Ἐπετράπη, φησὶ, μένειν καθ' ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. Μάλα εἰκότως, ὥστε μὴ ἐξεῖναι μηδὲ ἐκεῖ ἐπιβουλήν τινα αὐτὸν ὑποστῆναι· οὐ γὰρ ἐνῆν στασιάσαι λοιπόν. Ὥστε οὐκ ἐκεῖνον ἐφύλασσεν, ἀλλ' ὥστε μὴ γενέσθαι τι τῶν ἀηδῶν· οὐ γὰρ ἐξῆν λοιπὸν καὶ πόλεως οὔσης τοσαύτης, καὶ βασιλέως ὄντος, καὶ ἐφέσεως οὔσης, γενέσθαι τι παρὰ τὴν ἀκολουθίαν. Οὕτως ἀεὶ διὰ τῶν δοκούντων εἶναι καθ' ἡμῶν, ὑπὲρ ἡμῶν πάντα γίνεται· φύλαξ γὰρ ἦν τοῦ Παύλου. Καὶ συγκαλέσας τοὺς πρώτους τῶν Ἰουδαίων, διαλέγεται αὐτοῖς· οἳ καὶ ἀντιλέγοντες ἀναχωροῦσι, καὶ ὑβρίζονται παρ' αὐτοῦ, καὶ οὐδὲν τολμῶσιν εἰπεῖν· οὐ γὰρ τῇ ἐξουσίᾳ αὐτῶν ἐπετρέπετο λοιπὸν τὰ κατ' αὐτόν. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ διὰ τῶν δοκούντων εἶναι πρὸς ἀσφάλειαν, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων πάντα ὑπὲρ ἡμῶν γίνεται. Καὶ ἵνα μάθῃς, σκόπει ἐντεῦθεν. Ἐκέλευσεν ὁ Φαραὼ ῥίπτεσθαι εἰς τὸν ποταμὸν τὰ βρέφη. Εἰ μὴ ἐῤῥίφη τὰ βρέφη, εἰ μὴ ἡ πρόσταξις τοῦ Φαραὼ ἐγένετο, οὐκ ἂν ἐσώθη Μωϋσῆς, οὐκ ἂν ἐν βασιλείοις ἐτράφη. Ὅτε ἐσώζετο, οὐκ ἦν ἐν τιμῇ· ὅτε ἐξετέθη, τότε ἐγένετο ἐν τιμῇ. Τοῦτο δὲ ἐποίει ὁ Θεὸς, τὸ εὔπορον αὐτοῦ δεικνὺς καὶ εὐμήχανον. Ἠπείλησεν αὐτῷ ὁ Ἰουδαῖος λέγων· Μὴ ἀνελεῖν με σὺ θέλεις; καὶ τοῦτο αὐτὸν ὤνησεν. Ἄρα οἰκονομικῶς γέγονεν, ὥστε τὴν ὄψιν αὐτὸν ἐκείνην ἰδεῖν τὴν ἐν τῇ ἐρήμῳ, ὥστε τὸν προσήκοντα χρόνον πληρωθῆναι, ὥστε αὐτὸν ἐμφιλοσοφῆσαι τῇ ἐρήμῳ, καὶ ἐν ἀσφαλείᾳ ζῇν. Καὶ ἐν πάσαις ταῖς κατ' αὐτοῦ τῶν Ἰουδαίων ἐπιβουλαῖς ταυτὸν γίνεται· τότε λαμπρότερος καθίσταται, οἷον καὶ ἐπὶ τοῦ Ἀαρών· ἐπανέστησαν αὐτῷ, καὶ λαμπρότερον αὐτὸν ἐποίησαν· ἐντεῦθεν γὰρ αὐτῷ καὶ τὸ ἱερατικὸν ποικίλλεται ἔνδυμα, καὶ ἡ κίδαρις περιτίθεται, καὶ ὁ λοιπὸς τῆς στολῆς κόσμος, ὥστε ἀναμφισβήτητον εἶναι τὴν χειροτονίαν, ὥστε καὶ εἰς τὸ ἑξῆς θαυμάζεσθαι ἀπὸ τῶν πετάλων τοῦ χαλκοῦ. Ἴστε πάντως τὴν ἱστορίαν· διὸ καὶ παρατρέχω τὸ διήγημα. Καὶ