1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

294

αʹ. Καλῶς τοῦτο καὶ συμφερόντως ποιεῖ, τοὺς πρώτους τῶν Ἰουδαίων εἰς διάλεξιν συγκαλῶν. Ἐβούλετο γὰρ καὶ ἑαυτὸν ἀπαλλάξαι αἰτίας καὶ ἑτέρους· ἑαυτὸν μὲν, ἵνα μὴ κατηγορῶσιν αὐτοῦ, καὶ τοῦτο αὐτοὺς βλάπτῃ· ἐκείνους δὲ, ἵνα μὴ δόξῃ αὐτῶν εἶναι τὸ πᾶν· Εἰκὸς γὰρ κρατῆσαι φήμην, ὅτι ὑπὸ Ἰουδαίων παρεδόθη· τοῦτο δὲ ἱκανὸν ἦν αὐτοὺς πλῆξαι. Εὐθέως οὖν πρὸς τοῦτο ἵσταται, καὶ τὰ καθ' ἑαυτὸν οὕτω πως πράως ἀπολογεῖται. Ὅρα δὲ πῶς καὶ τὴν ἀπολογίαν ὑφαίνει, λέγων· Ἄνδρες ἀδελφοὶ, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων. Εἶτα οὕτως εἰπὼν, ἐπειδὴ εἰκὸς ἦν τινας ἀκούοντας εἰπεῖν, Πῶς ἔχει λόγον ἁπλῶς σε παραδοῦναι; ἐπήγαγεν· Οἵτινες ἀνακρίναντές με, ἐβούλοντο ἀπολῦσαι· ὡσεὶ ἔλεγε· Μαρτυροῦσιν οἱ Ῥωμαίων ἄρχοντες, οἳ καὶ ἀνέκριναν καὶ ἤθελον ἀπολύειν. Πῶς οὖν οὐκ ἀπέλυσαν; Ἀντιλεγόντων Ἰουδαίων, φησίν. Ὁρᾷς πῶς καθαιρεῖαὐτῶν τὰ ἐγκλήματα; Εἰ γὰρ ἐβούλετο αὐξῆσαι, ἐνῆν καὶ καταφορικώτερον χρήσασθαι. ∆ιὸ καὶ οὕτως εἰπὼν, ἐπήγαγεν· Ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα· ὥστε συγγνώμης τὸ πᾶν ἐστιν. Εἶτα, ἵνα μηδεὶς εἴπῃ, Τί οὖν; καὶ ἵνα αὐτῶν κατηγορήσῃς, τοῦτο πεποίηκας; διὰ τῆς ἐπαγωγῆς διορθοῦται τὸ ὑφορμοῦν, καὶ λέγει· Οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι· τουτέστιν, Ἐπεκαλεσάμην Καίσαρα οὐχ ὥστε κατηγορῆσαι, ἀλλ' ὥστε διαφυγεῖν τὸν κίνδυνον. Ἕνεκεν γὰρ ὑμῶν τὴν ἅλυσιν ταύτην περίκειμαι. Τοσοῦτον ἀπέχω, φησὶν, ἐχθρῶς πρὸς ἡμᾶς διακεῖσθαι, ὅτι καὶ τὴν ἅλυσιν περίκειμαι. Τί οὖν ἐκεῖνοι; Οὕτως ἐχειρώθησαν τῷ λόγῳ, ὡς μὴ μόνον ὑπὲρ ἑαυτῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν συγγενῶν ἀπολογήσασθαι· ὅθεν τοῦτο δηλῶν ἐπάγει· Οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν. Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν, ὅτι πανταχοῦ ἀντιλέγεται. Ὡσεὶ ἔλεγον· Οὔτε διὰ γραμμάτων, οὔτε δι' ἀνθρώπων ἐγνώρισάν τι 60.380.10 περὶ σοῦ πονηρόν· πλὴν ἀλλ' ἀκοῦσαι βουλόμεθα παρὰ σοῦ. Οὕτω προκατέβαλον τὴν οἰκείαν γνώμην δεικνύντες, καί φασι· Περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν, ὅτι πανταχοῦ ἀντιλέγεται. Οὐκ εἶπον, ὅτι Ἀντιλέγομεν, ἀλλ' Ἀντιλέγεται, κατηγορίας ἑαυτοὺς ἀπολύοντες. Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. Εἶδες πῶς οὐκ εὐθέως ἀποκρίνεται, ἀλλὰ δίδωσιν αὐτοῖς ἡμέραν τοῦ ἐλθεῖν καὶ ἀκοῦσαι· οἷς καὶ παραγενομένοις διελέγετο ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν. Καὶ οἱ μὲν ἐπείθοντο, οἱ δὲ ἠπίστουν. Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους, ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν· Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν, λέγον· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ὅτε ἀνεχώρουν ἀντιτασσομένων αὐτῶν, τότε τὸν Ἡσαΐαν ἐφίστησιν, οὐκ ἐκείνους ὑβρίσαι βουλόμενος, ἀλλὰ τούτους στηρίξαι. Τί λέγοντα; Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε. Ὁρᾷςπῶς αὐτοὺς ἐξέβαλε πάσης συγγνώμης; εἴ γε καὶ τὸν προφήτην ἔχοντες προαναφωνήσαντα πόῤῥωθεν ταῦτα οὐκ ἀπεστράφησαν. Τῷ δὲ εἰπεῖν, Καλῶς, δείκνυσι καὶ δικαίως ἐκβεβλημένους. Ὥστε τοῖς ἔθνεσι δέδοται γνῶναι τὸ μυστήριον τοῦτο. Οὐδὲν οὖν θαυμαστὸν, εἰ ἀντέλεγον· ἄνωθεν τοῦτο προελέγετο. Εἶτα πάλιν τὸν ζῆλον κατ' αὐτῶν κινεῖ τὸν ἐξ ἐθνῶν, ἐπάγων καὶ λέγων· Γνωστὸν οὖν ἔστω