1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

295

ὑμῖν, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται. Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πάλιν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν. Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτὸν, κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παῤῥησίας ἀκωλύτως. Ἀμήν. Ἐνταῦθα δείκνυσι τὴν αὐτοῦ ἐλευθερίαν λοιπόν· κηρύττει γὰρ ἀκωλύτως ἐν Ῥώμῃ ὁ ἐν Ἰουδαίᾳ κωλυθεὶς, καὶ ἔμεινεν ἐπὶ δύο ἔτη διδάσκων ἐκεῖ. βʹ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. ∆ιὰ ταύτην οὖν, φησὶ, τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν· τουτέστι, διὰ τοῦτο ἠβουλήθην, ὥστε μὴ ἐξεῖναί τινι κατηγορεῖν 60.381 καὶ τὰ παριστάμενα λέγειν, ὅτι δὴ τὰς χεῖρας αὐτῶν 60.381 διαφυγὼν ἐπὶ τοῦτο ἦλθον· οὐ γὰρ ἑτέροις διδοὺς κακὰ, ἀλλ' αὐτὸς φεύγων κακὰ, ἦλθον. Οἱ δὲ πρὸς αὐτόν· Ἀξιοῦμεν ἀκοῦσαι παρὰ σοῦ ἃ φρονεῖς. Ὅρα καὶ αὐτοὺς ἡμερώτερον διαλεγομένους· Ἀξιοῦμεν, φησὶ, καὶ βούλονται ἀπολογήσασθαι καὶ ὑπὲρ ἐκείνων· διὸ καὶ ἧκον ταξάμενοι αὐτῷ ἡμέραν. Τοῦτο δὲ τοῦ σφόδρα ἑαυτῶν καταγνῶναι τεκμήριον καὶ τοῦ μὴ θαῤῥεῖν. Εἰ γὰρ ἐθάῤῥουν, κἂν τοῦτο ἐποίησαν καὶ συνῆλθον, ὥστε αὐτὸν συναρπάσαι. νῦν δὲ μὴ θαῥῥοῦντες, καὶ ἐλθεῖν ὤκνησαν· ἄλλως τε καὶ τῷ πολλάκις ἐπιχειρῆσαι ἔδειξαν, ὅτι οὐκ ἐθάῤῥουν. Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, φησὶν, οἱ δὲ ἠπίστουν, καὶ ἀσύμφωνοι ὄντες ἀπελύοντο· τουτέστι, μὴ πιστεύοντες ἀνεχώρουν. Ὅρα πῶς οὐ ῥάπτουσιν ἐπιβουλὰς νῦν κατ' αὐτοῦ, ἀλλ' ἐν τῇ Ἰουδαίᾳ, ἔνθα ὡς ἐν τυραννίδι ἦσαν. Τίνος οὖν ἕνεκεν ᾠκονόμησεν ἐκεῖ αὐτὸν ἀπελθεῖν, καίτοι εἶπε, Σπεῦσον, ἔξελθε ἐξ Ἱερουσαλήμ; Ἵνα δειχθῇ καὶ αὐτῶν ἡ κακία, καὶ ἡ προφητεία τοῦ Χριστοῦ ἀληθὴς, ὅτι οὐκ ἀνέχονται· καὶ ὥστε μαθεῖν πάντας, ὅτι ἕτοιμός ἐστι παθεῖν, καὶ ὥστε εἰς παράκλησιν τῶν ἐν Ἰουδαίᾳ γενέσθαι τὸ οἰκονομούμενον· καὶ γὰρ κἀκεῖ πολλὰ ἔπαθε δεινά. Εἰ δὲ κηρύττων τὰ Ἰουδαϊκὰ, ταῦτα ἔπασχεν, εἰ ἐκήρυττε τὰ τῆς δόξης τοῦ Χριστοῦ, πῶς ἂν ἠνέσχοντο; Ἁγνιζόμενος οὐκ ἐγένετο φορητὸς, καὶ πῶς κηρύσσων φορητὸς ἦν; Τί ἐγκαλεῖτε ὑμεῖς; τί ἠκούσατε; Οὐδὲν τοιοῦτον εἶπεν ἁπλῶς. Ὤφθη, καὶ πάντας παρώξυνεν. Εἰκότως ἄρα τοῖς ἔθνεσιν ἀπενεμήθη ἡ σωτηρία, εἰκότως μακρὰν ἐπέμφθη, κἀκεῖ μέλλων τοῖς ἔθνεσι διαλέγεσθαι. Σκόπει δέ· πρώτους Ἰουδαίους καλεῖ, ἔπειτα δείξας αὐτοῖς τὰ πράγματα, τότε ἐπὶ τὰ ἔθνη ἔρχεται. Τὸ δὲ οὕτως εἰπεῖν, ὅτι Εἶπε τὸ Πνεύμα, οὐδὲν θαυμαστόν· καὶ γὰρ ἄγγελος λέγεται λέγειν ἅπερ ἂν ὁ Κύριος εἴπῃ. Καλῶς εἶπε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἐνταῦθα μὲν οὕτως, ἐκεῖ δὲ οὐκέτι. Ἄλλως δὲ καὶ ὅταν διηγῆταί τις περὶ τῶν ὑπὸ τοῦ ἀγγέλου λεχθέντων, οὐ λέγει, Καλῶς εἶπεν ὁ ἄγγελος, ἀλλὰ, Καλῶς εἶπεν ὁ Κύριος, καλῶς εἶπε τὸ Πνεῦμα· ὡσεὶ ἔλεγεν· Οὐκ ἐμοὶ ἀπιστεῖτε, ἀλλὰ τῷ Πνεύματι. Ὥστε ἄνωθεν τοῦτο προῄδει ὁ Θεός. Οἵτινες ἀνακρίναντές με, φησὶν, ἐβούλοντο ἀπολῦσαι· τουτέστιν, οὐδὲν εὑρόντες ἄξιον καταδίκης ἐν ἐμοὶ, ἀπολύειν ἤθελον. Καὶ δέον ἐκείνους ἐξελέσθαι, παρέδωκαν εἰς χεῖρας Ῥωμαίων· καὶ τοσαύτη ἡ περιουσία τῆς ἐλευθερίας, ὅτι οὐδὲ ἐκεῖνοι ἴσχυσαν κατακρῖναι, ἀλλὰ δέσμιον παρέδωκαν. Ἠναγκάσθην, φησὶν, ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι· τουτέστιν, οὐχ ἵνα κακοῖς ἑτέρους περιβάλω, ἀλλ' ἵνα κακῶν ἐμαυτὸν ἀπαλλάξω, τοῦτο ἐποίησα, καὶ οὐχ ἑκὼν, ἀλλ' ἀναγκασθείς. Ὅρα οἰκειότητα ῥημάτων· οὐκ ἀλλοτριοῦται αὐτοὺς, ἀλλ' οἰκειοῦται τῷ εἰπεῖν, Τοῦ ἔθνους μου. Πάλιν δὲ κατασπείρει τὸ δόγμα. Καὶ οὐκ εἶπεν, Οὐ κατηγορῶ, ἀλλ', Οὐκ ἔχω τι κατηγορῆσαι, καίτοι τοιαῦτα παθὼν οὕτω δεινά. Οὐδὲν οὖν τούτων φησὶν, ἵνα μὴ φορτικὸν ποιήσῃ τὸν λόγον· οὐδὲ χαρίζεσθαι αὐτοῖς δοκεῖ. Καὶ διὰ τοῦτο οὐ λέγει, ἀλλ' αἰνίττεται μόνον καὶ παρατρέχει· τοῦτο γὰρ ἦν τέως τὸ σπουδαζόμενον, τὸ δεῖξαι ὅτι Ῥωμαίοις παρέδωκαν δέσμιον. Τοὺς δὲ καταδικάσαι δέον ἐκείνους, δέον κατηγορῆσαι, μᾶλλον ἀπολογοῦνται· δι' ὧν δὲ συμφαίνουσι τὴν ἀπολογίαν, κατηγοροῦσιν αὐτῶν. Γνωστόν ἐστιν ἡμῖν, ὅτι