297
θάνατοι καθημερινοί. Εἶδες αὐτοῦ μικρὸν μέρος; Τοιοῦτον νόει καὶ τὸ λοιπόν. Ὥσπερ ἐπὶ τοῦ οὐρανοῦ, ὅσον ἂν ἴδῃς αὐτοῦ, τοσοῦτόν ἐστι καὶ τὸ ἄλλο· οὐρανοῦ γὰρ ἂν μέρος θεάσῃ ἓν, ὅπου ἂν ἀπέλθῃς, τοιοῦτον ὄψει καὶ τὸ λοιπόν· ἢ καθάπερ ἡλίου τὰς ἀκτῖνας κἂν ἐκ μέρους ἴδῃς, στοχάζῃ ἐκ τούτων οἷος ὁ ἥλιος, οὕτω καὶ ἐπὶ Παύλου. Τὰς πράξεις εἶδες ἐκ μέρους αὐτοῦ, πᾶσαι τοιαῦται τυγχάνουσι, κινδύνων γέμουσαι. Οὐρανὸς ἦν ἐκεῖνος ἥλιον δικαιοσύνης ἔχων, οὐ τοιοῦτον, ὥστε καὶ οὐρανοῦ βελτίων ὁ ἀνήρ. Μικρὸν οἴει τοῦτο εἶναι; Οὐκ ἔγωγε οἶμαι. Ὅταν ἀπόστολον εἴπῃς, εὐθέως πάντες αὐτὸν ἐννοοῦσιν· ὅταν Βαπτιστὴν, εὐθέως τὸν Ἰωάννην. Τίνι ἄν τις παραβάλῃ τὰ ἐκείνου ῥήματα; θαλάσσῃ, ἢ καὶ ὠκεανῷ; Ἀλλ' οὐδὲν ἴσον. Πολλῷ ταύτης δαψιλέστερα τὰ ῥεύματα τὰ τούτου, καθαρώτερα καὶ βαθύτερα, ὥστε καὶ θάλασσαν καὶ οὐρανὸν οὐκ ἄν τις ἁμάρτοι τὴν Παύλου καρδίαν εἰπὼν, τὸ μὲν διὰ τὸ καθαρὸν, τὸ δὲ διὰ τὸ βαθύ. Θάλασσά ἐστιν, οὐκ ἀπὸ πόλεως εἰς πόλιν ἄγουσα τοὺς ἐμπλέοντας, ἀλλ' ἀπὸ γῆς εἰς οὐρανόν· εἴ τις ταύτην πλέοι τὴν θάλασσαν, ἐξ οὐρίας πλεύσεται. Ἐν ταύτῃ τῇ θαλάσσῃ οὐκ ἄνεμοι, ἀλλ' ἀντὶ ἀνέμων Πνεῦμα θεῖον ἅγιον τὰς ἐμπλεούσας παραπέμπει ψυχάς· οὐκ ἔστιν ἐνταῦθα κύματα, οὐκ ἔστι σκόπελος, οὐκ ἔστι θηρία· πάντα γαληνά. Θάλασσά ἐστι λιμένος γαληνοτέρα καὶ ἀσφαλεστέρα, οὐδὲν ἁλμυρὸν ἔχουσα, ἀλλὰ πηγὴν [καθαρὰν καὶ] ἥδιστα ῥέουσαν νάματα, ἡλίου λαμπροτέραν καὶ διειδεστέραν· θάλασσά ἐστι, οὐ λίθους ἔχουσα τιμίους, οὐδὲ ἁλουργίδα τοιαύτην, ἀλλὰ κτήματα πολλῷ τούτων βελτίω. Ὁ βουλόμενος εἰς τοῦτο καθεῖναι τὸ πέλαγος 60.384 ἑαυτὸν, οὐ κολυμβητῶν δεῖται, οὐκ ἐλαίου, ἀλλὰ φιλοσοφίας πολλῆς· εὑρήσει ἐν αὐτῷ πάντα τὰ ἀγαθὰ τὰ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὁ τοιοῦτος καὶ δυνήσεται γενέσθαι βασιλεὺς, καὶ πάντα τὸν κόσμον λαβεῖν, καὶ ἐν τιμῇ εἶναι μεγίστῃ· ὁ ταύτην πλέων τὴν θάλασσαν οὐδέποτε ναυάγιον ὑποστήσεται, ἀλλὰ πάντα εἴσεται καλῶς. Ἀλλ' ὥσπερ οἱ ταύτης ἄπειροι τῆς θαλάσσης ἀποπνίγονται, οὕτω δὴ καὶ ἐνταῦθα· ὅπερ δὴ πάσχουσι καὶ αἱρετικοὶ τοῖς ὑπὲρ δύναμιν ἐγχειροῦντες. ∆εῖ δὴ τὸ βάθος τοίνυν εἰδέναι, ἢ μὴ κατατολμᾷν. Ἂν μέλλωμεν πλεῖν τὸ πέλαγος τοῦτο, εὔζωνοι γενώμεθα. Οὐκ ἠδυνήθην ὑμῖν, φησὶ, λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Μηδεὶς ἀκαρτέρητος τοῦτο πλείτω τὸ πέλαγος. Κατασκευάσωμεν ἑαυτοῖς πλοῖα, τουτέστιν σπουδὴν, προθυμίαν, εὐχὰς, ὥστε διανύσαι τὸ πέλαγος ἐν ἡσυχίᾳ· καὶ γὰρ τὸ ὕδωρ τοῦτο ζῶν ἐστι. Καθάπερ εἴ τις πυρὸς λάβοι στόμα, οὕτως ὁ Παῦλον εἰδὼς στομοῦται· καθάπερ εἴ τις μάχαιραν ὀξεῖαν ἔχοι, οὕτως ὁ τοιοῦτος πάλιν ἀκάθεκτος γίνεται. Καὶ πρὸς τὸ νοῆσαι δὲ τὰ Παύλου βίου καθαροῦ δεῖται. ∆ιὰ τοῦτο καὶ ἔλεγε· Γάλακτος ἐν χρείᾳ κατέστητε, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἔστι γὰρ, ἔστιν ἀσθένεια τῆς ἀκοῆς. Καθάπερ γὰρ στόμαχος οὐκ ἂν δέξαιτο ὑγιεινὰ σιτία καὶ δυσκατέργαστα, ἀσθενὴς ὢν, οὕτω καὶ ψυχὴ ὀγκωθεῖσα, φλεγμαίνουσα, ἄτονος γενομένη καὶ ἔκλυτος, οὐκ ἂν δυνηθείη δέξασθαι τὸν πνευματικὸν λόγον. Ἄκουε τῶν μαθητῶν λεγόντων· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Ἂν δὲ ἰσχυρὰ ᾖ καὶ ὑγιεινὴ, πάντα ῥᾷστα, πάντα εὔκολα, ὑψηλοτέρα γίνεται καὶ κουφοτέρα, μᾶλλον μετεωρίζεται καὶ εἰς ὕψος αἴρεται. Ταῦτα οὖν εἰδότες ὑγιεινὴν ἡμῶν κατασκευάσωμεν τὴν ψυχὴν, καὶ ζηλώσωμεν τὸν Παῦλον, καὶ μιμησώμεθα τὴν γενναίαν ἐκείνην καὶ ἀδαμαντίνην ψυχήν· ἵνα κατ' ἴχνος τῶν ἐκείνῳ βεβιωμένων πορευόμενοι, δυνηθῶμεν τὸ πέλαγος τοῦ παρόντος βίου διαπλεῦσαι, καὶ εἰς τὸν ἀκύμαντον λιμένα καταντῆσαι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀξίως τοῦ Χριστοῦ βιοῦσιν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.