1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

62

τῶν μὲν βιωτικῶν ἔργων ἀπήλλακτο, καὶ οὐδὲ ἐγεώργουν, οὐδὲ τέχνας μετῄεσαν, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν ἐπραγματεύοντο, ἀλλὰ τῇ ἱερωσύνῃ προσεῖχον μόνῃ, καὶ δεκάτας ἐλάμβανον παρὰ παντὸς τοῦ λαοῦ, καὶ οἴνου καὶ πυροῦ καὶ κριθῶν, καὶ τῶν ἄλλων ἁπάντων, τὰς δεκάτας αὐτοῖς ἐδίδοσαν πάντες, καὶ τοῦτο ἦν αὐτοῖς πρόσοδος· καὶ οὐκ ἐξῆν ἐξ οὐδεμιᾶς ἄλλης φυλῆς ἱερέα γενέσθαι ποτέ. Ἀπὸ γὰρ ταύτης ἐγένετο τῆς φυλῆς Ἀαρὼν, τῆς τοῦ Λευῒ λέγω, καὶ κατὰ διαδοχὴν οἱ ἔγκονοι ἐκείνου τὴν ἱερωσύνην ἐδέχοντο, καὶ οὐδεὶς οὐδέποτε ἐξ ἑτέρας ἐγένετο φυλῆς ἱερεύς. Οὗτοι τοίνυν οἱ Λευῗται δεκάτας παρ' αὐτῶν ἐλάμβανον, καὶ οὕτως ἐτρέφοντο. Ἀλλὰ καὶ πρὸ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσαὰκ, ἐπὶ τοῦ Ἀβραὰμ, οὔπω γενομένου Μωϋσέως, οὐδὲ νόμου γραφέντος, οὐδὲ τῆς ἱερωσύνης τῆς Λευϊτικῆς δήλης οὔσης, οὐ σκηνῆς, οὐ ναοῦ γενομένου, οὐ τῶν φυλῶν διακεκριμένων, οὐ τῆς Ἱερουσαλὴμ φαινομένης, οὐδενὸς ὅλως οὐδέπω τῶν κατὰ Ἰουδαίους πραγμάτων ἀρχὴν λαβόντος, ἐγένετό τις Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Οὗτος ὁ Μελχισεδὲκ ὁμοῦ καὶ βασιλεὺς καὶ ἱερεὺς ἦν· τύπος γὰρ ἔμελλεν ἔσεσθαι τοῦ Χριστοῦ, καὶ μέμνηται αὐτοῦ σαφῶς ἡ Γραφή. Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ τοῖς Πέρσαις ἐπιπεσὼν, καὶ τὸν ἀδελφιδοῦν τὸν ἑαυτοῦ τὸν Λὼτ ἐξαρπάσας τῶν ἐκείνων χειρῶν, καὶ τὰ λάφυρα λαβὼν πάντα, ἐπανῄει νικήσας κατὰ κράτος ἐκείνους, οὕτω πως περὶ τοῦ Μελχισεδὲκ ἡ Γραφή φησι· Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καὶ ηὐλόγησε τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων Ἀβραάμ. Ἂν τοίνυν φανῇ τις τῶν προφητῶν, λέγων, ὅτι μετὰ τὸν Ἀαρὼν καὶ τὴν ἱερωσύνην ἐκείνην καὶ τὰς θυσίας ταύτας καὶ τὰς προσφορὰς ἀναστήσεται ἱερεὺς ἕτερος, οὐκ ἀπὸ τῆς φυλῆς ἐκείνης, ἀλλ' ἐξ ἑτέρας ἀφ' ἧς οὐδέποτε γέγονεν ἱερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, εὔδηλον ὅτι ἡ μὲν παλαιὰ πέπαυται ἱερωσύνη, ἑτέρα δὲ νέα ἀντεισενήνεκται. Εἰ γὰρ ἔμελλεν ἡ παλαιὰ κρατεῖν, οὐ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἀλλὰ κατὰ τὴν τάξιν Ἀαρὼν, ἔδει λέγεσθαι. Τίς οὖν τοῦτό φησιν; Αὐτὸς οὗτος ὁ περὶ τῶν θυσιῶν εἰπὼν, περὶ τοῦ Χριστοῦ διαλεγόμενος· καί που τοῦτό φησιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. 48.923 εʹ. Εἶτα, ἵνα μὴ περί τινος τῶν πολλῶν ἀνθρώπων τοῦτο ὑποπτεύῃ τις λέγεσθαι, οὔ φησιν αὐτὸ ὁ Ἡσαΐας, οὔτε Ἱερεμίας, οὔτε ἄλλος τις προφήτης ἰδιώτης γενόμενος, ἀλλ' αὐτὸς ὁ βασιλεὺς, ἵνα μάθῃς, ὅτι ὁ βασιλεὺς δὲ Κύριον ἑαυτοῦ οὐδένα καλέσαι δύναται, ἀλλ' ἢ τὸν Θεὸν μόνον. Εἰ μὲν γὰρ ἰδιώτης ἦν, ἴσως ἄν τις εἶπε τῶν ἀναισχυντούντων, ὅτι περὶ ἀνθρώπου λέγει· νυνὶ δὲ βασιλεὺς ὢν ἄνθρωπον ἑαυτοῦ Κύριον οὐκ ἂν ἐκάλεσεν. Πῶς δ' ἂν, εἰ περί τινος τῶν πολλῶν ἀνθρώπων ἔλεγε ταῦτα ὁ ∆αυῒδ, εἶπεν ἂν, ὅτι ἐκ δεξιῶν ἐκάθισε τῆς ἀποῤῥήτου καὶ μεγάλης δόξης ἐκείνης; τοῦτο γὰρ ἀμήχανον. Περὶ δὲ τούτου φησίν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἶτα, ἵνα μὴ νομίσῃς, αὐτὸν ἀσθενῆ εἶναι καὶ ἀδυνατοῦντα, ἐπήγαγε, Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Καὶ σαφέστερον δηλῶν ἔλεγεν, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Πρὸ ἑωσφόρου δὲ οὐδεὶς ἀνθρώπων γεγέννηται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Οὐκ εἶπε, κατὰ τὴν τάξιν Ἀαρών. Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον, εἰ μὴ ἔμελλεν ἡ ἱερωσύνη καταλύεσθαι ἡ παλαιὰ, τίνος ἕνεκεν ἕτερον εἰσήγαγεν ἱερέα κατὰ τὴν τάξιν Μελχισεδέκ. Εἰς τοῦτο γοῦν αὐτὸ τὸ χωρίον ἐλθὼν ὁ Παῦλος, ὅρα πῶς αὐτὸ σαφέστερον ἐποίησεν. Εἰπὼν γὰρ περὶ τοῦ Χριστοῦ, ὅτι καθὼς ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἐπήγαγε· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος. Εἶτα, ἐπιτιμήσας τοῖς μαθηταῖς, δεῖ γὰρ ἐπιτεμεῖν, λέγει, τίς ἐστιν ὁ Μελχισεδὲκ, καὶ ἐπάγει τὴν ἱστορίαν, οὕτω λέγων· Οὗτος ὁ