77
γάρ μοι, διὰ τί μηδεὶς τοὺς ἐν τοῖς ὄρεσιν ἕλκει εἰς δικαστήριον; καίτοι γε εἰ ἡ πενία εὐχείρωτον, ἐκείνους μάλιστα πάντων ἕλκεσθαι ἔδει, ὅσῳ πάντων εἰσὶ πενέστεροι. ∆ιὰ τί τοὺς προσαιτοῦντας οὐδεὶς ἕλκει εἰς δικαστήριον; διὰ τί μηδεὶς βιάζεται μηδὲ συκοφαντεῖ; ἆρ' οὐ διότι ἐν ἀσφαλεστέρῳ χωρίῳ μένουσι; Πόσοις τὸ πρᾶγμα καὶ δυσοιώνιστον εἶναι δοκεῖ, ἡ πενία λέγω, καὶ τὸ προσαιτεῖν; Τί οὖν, εἰπέ μοι, καλὸν τὸ ἐπαιτεῖν; Καλὸν, 60.111 ἐὰν ᾖ ὁ παραμυθούμενος καὶ ἐλεῶν, ἐὰν ᾖ ὁ παρέχων· οὕτω βίον ἀπράγμονα καὶ ἀσφαλῆ τοῦτον πᾶς οἶδεν. Ἐγὼ δὲ οὐ τοῦτο παραινῶ· μὴ γένοιτο· ἀλλ' ὥστε μὴ πλούτου ἐφίεσθαι. Εἰπὲ γάρ μοι, τίνας ἂν εἴπω μᾶλλον μακαρίους, τοὺς ἐπιτηδείους πρὸς ἀρετὴν, ἢ τοὺς ταύτης πόῤῥω καθεστηκότας; Εὔδηλον, ὅτι τοὺς ἐπιτηδείους. Τίς οὖν ἐπιτήδειος πρὸς τὸ μαθεῖν τι τῶν χρησίμων, καὶ λάμπειν ἐν φιλοσοφίᾳ, οὗτος ἢ ἐκεῖνος; Παντί που δῆλον, ὅτι οὗτος. Εἰ δὲ ἀπιστεῖς, μάνθανε· Ἀγέσθω τις ἀπὸ τῆς ἀγορᾶς τῶν προσαιτούντων, καὶ αὐτὸς μὲν ἔστω πηρὸς, χωλὸς, κυλλός· ἕτερος δέ τις καλὸς μὲν ἰδεῖν, ἰσχυρὸς τῷ σώματι, πάντοθεν σφριγῶν, τοῖς χρήμασι περιῤῥεόμενος· γένος ἐχέτω λαμπρὸν, καὶ δυναστείαν μεγάλην. Οὐκοῦν ἀγάγωμεν τούτους εἰς τὸ τῆς φιλοσοφίας παιδευτήριον, καὶ ἴδωμεν, τίς αὐτῶν μᾶλλον δέξεται τὰ τῆς διδασκαλίας. Ἔστω γοῦν τὸ πρῶτον παράγγελμα, Ταπεινὸς ἔσο καὶ μέτριος· τοῦτο γὰρ ὁ Χριστὸς προσέταξε· τίς μᾶλλον αὐτὸ κατορθῶσαι δυνήσεται, οὗτος ἢ ἐκεῖνος; Μακάριοι οἱ πενθοῦντες· τίς μᾶλλον προσέξει τῷ εἰρημένῳ; Μακάριοι οἱ ταπεινοί· τίς μᾶλλον ἀκούσεται; Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· τίς εὐκόλως ταῦτα καταδέξεται; Καὶ εἰ βούλει, πᾶσιν αὐτοῖς ἐφαρμόσωμεν ἑκατέρους. Οὐχ ὁ μὲν φλεγμαίνει καὶ οἰδεῖ πάντοθεν· ὁ δὲ ταπεινοφρονεῖ ἀεὶ καὶ συνέσταλται διαπαντός; Εὔδηλον ὅτι. Ἔστι μὲν οὖν δή τι καὶ ἔπος τοιοῦτο τοῖς ἔξωθεν εἰρημένον· ∆οῦλος μὲν Ἐπίκτητος, σῶμα ἀνάπηρος· πενίην Ἶρος, καὶ φίλος ἀθανάτων. Ἀλλὰ τοῦτο μὲν ὁ πένης. Ἡ δὲ τοῦ πλουσίου ψυχὴ πάντων γέμει τῶν κακῶν, ἀπονοίας, κενοδοξίας, ἐπιθυμιῶν μυρίων, ὀργῆς καὶ θυμοῦ, πλεονεξίας, ἀδικίας, καὶ εἴ τινος ἑτέρου. Ἄρα φανερὸν, ὅτι πρὸς φιλοσοφίαν αὕτη ἐπιτηδεία, ἢ ἐκείνη. Πάντως ζητεῖτε μαθεῖν, τί μᾶλλον ἥδιον· τοῦτο γὰρ παρὰ πολλοῖς ζητούμενον ὁρῶ, εἴ γε αὕτη ἡδίων ἡ διαγωγή. Καὶ μὴν οὐδὲ ὑπὲρ τούτου ἀμφιβάλλειν χρή· ὁ γὰρ ἐγγὺς τῆς ὑγείας, οὗτος καὶ ἐν ἡδονῇ πολλῇ. Τίς δὲ, εἰπέ μοι, πρὸς τὸ προκείμενον, ὅπερ βουλόμεθα, κατορθῶσαι, τὸν νόμον τοῦτον λέγω, ἐπιτήδειος, ὁ πένης ἢ ὁ πλουτῶν; τίς εὐκόλως ὀμεῖται, ὁ πρὸς παῖδας παροξυνόμενος, ὁ πρὸς μυρίους ἔχων συναλλάγματα, ἢ ὁ 60.112 προσιὼν ὑπὲρ ἄρτου ἢ ἱματίου ἑνός; Οὗτος οὐδὲ ἀνάγκην ὅρκων ἔχει, ἐὰν θέλῃ, ἀλλ' ἀεὶ ἐν ἀπραγμοσύνῃ διάγει· μᾶλλον δὲ ὁ παιδευόμενος μὴ ὀμνύναι, καὶ χρημάτων καταφρονήσει πολλάκις, καὶ πανταχοῦ τῆς ἀρετῆς τὰς ὁδοὺς τεμνομένας ἀπὸ τούτου τοῦ καλοῦ ἴδοι τις ἂν, καὶ πάσας φερούσας πρὸς ἐπιείκειαν, πρὸς χρημάτων ὑπεροψίαν, πρὸς εὐλάβειαν, πρὸς κατάστασιν ψυχῆς, πρὸς κατάνυξιν. Μὴ δὴ ῥᾳθυμῶμεν, ἀγαπητοὶ, ἀλλὰ πάλιν πολλὴν ποιησώμεθα τὴν σπουδήν· οἱ μὲν κατωρθωκότες, ὥστε φυλάξαι τὸ κατορθωθὲν, ὥστε μὴ εὐκόλως ἀποῤῥοήν τινα γενέσθαι καὶ παλίῤῥοιαν εἰς τοὐπίσω· οἱ δὲ ἔτι λειπόμενοι, ὥστε διαναστῆναι, ὥστε σπουδάσαι τὸ λεῖπον πληρῶσαι. Καὶ τέως οἱ κατορθώσαντες τοὺς μήπω δυνηθέντας, καθάπερ ἐν πελάγει νηχομένοις τὰς χεῖρας ἐκτείνοντες, ἐν τῷ λιμένι τῆς ἀνωμοσίας δεχέσθωσαν. Λιμὴν γὰρ ὄντως ἀσφαλὴς, τὸ μὴ ὀμνύναι· λιμὴν, πρὸς τὸ μὴ καταποντίζεσθαι ὑπὸ τῶν προσπιπτόντων πνευμάτων. Κἂν γὰρ ὀργὴ, κἂν ἐπήρεια, κἂν θυμὸς ὑπερζέσῃ, κἂν ὁτιοῦν, ἡ ψυχὴ ἐν ἀσφαλείᾳ καθέστηκεν, ὥστε οὐδ' ἂν ἐκβάλῃ τι τῶν οὐκ ὀφειλόντων εἰρῆσθαι· οὐ γὰρ εἰς ἀνάγκην κατέστησεν ἑαυτὴν, οὐδὲ νόμον. Ὅρα τί διὰ τὸν ὅρκον ἐποίησεν Ἡρώδης· τὴν κεφαλὴν ἀπέτεμε τοῦ Προδρόμου. ∆ιὰ τοὺς ὅρκους γὰρ, φησὶ, καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν