135
πάντως ἐλύσαμεν· ἀλλὰ κατὰ ἀνθρώπινον λογισμὸν οἰκεία τῶν τοιούτων λύσις ἡ πίστις ἐστὶ, τὸ εἰδέναι, ὅτι πάντα δικαίως καὶ φιλανθρώπως ὁ Θεὸς καὶ συμφερόντως ποιεῖ· ὅτι καταλαβεῖν αὐτῶν τὸν λόγον οὐκ ἔνι. Μία λύσις αὕτη, καὶ ταύτης ἀμείνων ἑτέρα οὐκ ἔστι. Τί γὰρ, εἰπέ μοι, τῆς λύσεως ἔργον; Πάντως μηκέτι ζητεῖν τὸ λυθέν. Κἂν τοῦτο πείσῃς σαυτὸν, ὅτι προνοίᾳ Θεοῦ τὰ πάντα διοικεῖται, τὰ μὲν συγχωροῦντος δι' ὃν οἶδε λόγον, τὰ δὲ ἐνεργοῦντος, ἀπηλλάγης τοῦ ζητεῖν, καὶ τῆς λύσεως τὸ κέρδος ἔλαβες. Ἀλλ' ἐπανίωμεν εἰς τὸ προ 60.184 κείμενον. Ἐπεὶ οὖν ὁρᾷς τοσούτους ἐν κολάσεσι, ταῦτα δὲ ὁ Θεὸς συγχωρεῖ πάντα, χρῆσαι τῇ ὑγιείᾳ τοῦ σώματος εἰς τὴν ὑγιείαν τῆς ψυχῆς. Ἀλλ' ἐρεῖς· Τί μοι χρεία πόνων καὶ ταλαιπωρίας, ἐξὸν ἀπονητὶ πάντα ἀπολύσασθαι; Μάλιστα μὲν οὐδὲ δῆλον τοῦτό ἐστι. Συμβαίνει γὰρ οὐ μόνον ἀπονητὶ μὴ ἀπολύσασθαι, ἀλλὰ καὶ ἀπελθεῖν πάντα ἔχοντα. Πλὴν εἰ καὶ τοῦτο δῆλον, οὐδὲ οὗτος ἀνεκτὸς ὁ λόγος. Εἰς ἀγῶνας εἵλκυσεν· ὅπλα κεῖται χρυσᾶ. ∆έον λαβεῖν αὐτὰ καὶ μεταχειρίσασθαι, σὺ δὲ βούλει ἀδόξως σωθῆναι, καὶ μηδὲν ἀγαθὸν ἐργάσασθαι. Εἰπέ μοι, εἰ πόλεμος συνειστήκει, καὶ ὁ βασιλεὺς παρῆν, καὶ τοὺς μὲν εἶδες εἰς μέσας τὰς φάλαγγας τῶν πολεμίων ἐμπεσόντας, καὶ κατακόπτοντας, καὶ τραυματίας ἐργαζομένους μυρίους, ἑτέρους μονομαχοῦντας, ἄλλους πηδῶντας, ἄλλους ἐφ' ἵππων ὀρχουμένους καὶ ἐπαινουμένους ὑπὸ τοῦ βασιλέως, θαυμαζομένους, κροτουμένους, στεφανουμένους· ἑτέρους δὲ πάλιν ἀγαπητὸν ἡγουμένους, εἰ μηδὲν πάθοιεν κακὸν, καὶ τὴν ἐσχάτην τάξιν φυλάττοντας καὶ καθημένους· εἶτα μετὰ τὴν τοῦ πολέμου λύσιν, τοὺς μὲν καλουμένους, δεξιουμένους ταῖς μεγάλαις δωρεαῖς, ἀνακηρυττομένους· ἐκείνων δὲ οὐδὲ τοὔνομα δῆλον γενόμενον, ἀλλὰ μέχρι τῆς σωτηρίας αὐτοῖς τὴν τῶν ἀγαθῶν ἀντίδοσιν οὖσαν· τίνων ἂν ἠθέλησας γενέσθαι; Εἰ γὰρ λίθινος ἦς, εἰ γὰρ ἀναισθήτων καὶ ἀψύχων νωθέστερος, οὐκ ἂν ἐπεθύμησας ἐκείνων γενέσθαι μυριάκις; Ναὶ, δέομαι καὶ ἀντιβολῶ. Εἰ γὰρ πεσεῖν πολεμοῦντα ἔδει, οὐκ ἐχρῆν προθύμως τοῦτο ἑλέσθαι; Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς πολέμοις τούτοις πίπτοντας, πῶς εἰσι λαμπροὶ, πῶς ἔνδοξοι; καίτοι θάνατον ἀποθνήσκουσι, μεθ' ὃν οὐκ ἔστι τιμηθῆναι παρὰ τοῦ βασιλέως. Ἐπὶ δὲ ἐκείνου τοῦ πολέμου οὐδὲν τοιοῦτον, ἀλλὰ πάντως παραστήσῃ τοὺς μώλωπας ἔχων· οὓς γένοιτο πάντας ἡμᾶς ἐπιδεῖξαι καὶ χωρὶς διωγμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.183 ΟΜΙΛΙΑ Κ∆ʹ. Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπε σε
τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περι τομῆς πιστοὶ, ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐκκέ χυται· ἤκουον γὰρ αὐτῶν
λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν. αʹ. Θέα τοῦ Θεοῦ τὴν οἰκονομίαν. Οὐκ ἀφῆκεν ἀπαρτισθῆναι τὸν λόγον, οὐδὲ
ἐκ προστάγματος Πέτρου γενέσθαι τὸ βάπτισμα· ἀλλ' ἐπειδὴ τὴν διάνοιαν αὐτῶν ἔδειξαν θαυμαστὴν οὖσαν, καὶ τῆς διδασκαλίας ἀρχὴ γέγονε, καὶ ἐπίστευσαν, ὅτι πάντως τὸ βάπτισμα ἄφεσίς ἐστιν ἁμαρτημάτων, τότε ἐπῆλθε τὸ Πνεῦμα. Τοῦτο δὲ γίνεται, προοικονομοῦντος ἀπολογίαν μεγάλην τῷ Πέτρῳ τοῦ Θεοῦ. Οὐχ ἁπλῶς δὲ τὸ Πνεῦμα λαμβάνουσιν, ἀλλὰ γλώσσαις ἐλάλουν, ὅπερ καὶ ἐξέπληττε τοὺς συνελθόντας. Τί δήποτε δὲ οὕτως οἰκονομεῖται τὸ πρᾶγμα; ∆ιὰ τοὺς Ἰουδαίους· καὶ γὰρ πάνυ ἀπεχθῶς εἶχον πρὸς αὐτό. ∆ιὸ πανταχοῦ τοῦ Θεοῦ τὸ πᾶν γίνεται. Καὶ ὁ Πέτρος σχεδὸν ἁπλῶς πάρεστι παιδευόμενος, ὅτι δεῖ λοιπὸν 60.184.40 αὐτοὺς ἅψασθαι τῶν ἐθνῶν· καὶ ὅτι δι' αὐτῶν δεῖ γενέσθαι τοῦτο. Καὶ μὴ θαυμάσῃς. Ὅπου