193
παρὰ ἀνθρώπου Οὐχ ὡραῖος ὁ αἶνος ἐν τῷ στόματι ἁμαρτωλοῦ, πολλῷ μᾶλλον παρὰ δαίμονος· εἰ παρὰ ἀνθρώπων τὴν μαρτυρίαν οὐ λαμβάνει ὁ Χριστὸς, οὐδὲ παρὰ Ἰωάννου, πολλῷ μᾶλλον παρὰ δαίμονος. Τὸ γὰρ κηρύττειν οὐκ ἀνθρώπων, ἀλλὰ Πνεύματος ἁγίου. Ἐπεὶ οὖν ἀλαζονικῶς ἐποίουν βοῶντες, τῇ κραυγῇ καταπλήξειν ἐνόμισαν, λέγοντες· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν. Τί λέγεις; πείθῃ τῷ δαίμονι; διὰ τί οὐχὶ καὶ ἐνταῦθα; Ἐκεῖνος λέγει, ὅτι ∆οῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου· σὺ λέγεις, ὅτι Ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν· ἐκεῖνος λέγει, ὅτι Καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας· σὺ λέγεις, Παραδιδόασιν ἡμῖν ἔθη, ἃ οὐκ ἔξεστι παραδέχεσθαι. Ὅρα οὐδὲ τῷ δαίμονι αὐτοὺς προσέχοντας, ἀλλὰ πρὸς ἓν ὁρῶντας, τὴν φιλαργυρίαν. Εἵλκυσάν τε αὐτοὺς, φησὶν, εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας· καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. Ὅρα αὐτοὺς οὐκ ἀποκρινομένους οὐδὲ ἀπολογουμένους, ἵνα μείζονος ἄξιοι θαύματος γένωνται. Ὅταν γὰρ, φησὶν, ἀσθενῶ, τότε δυνατός εἰμι. Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε καὶ ἀπὸ τῆς ἐπιεικείας θαυμασθῆναι αὐτοὺς ἐχρῆν. Ὅσῳ ἀκριβεστέρα ἡ φυλακὴ γίνεται, τοσούτῳ τὸ θαῦμα λαμπρότερον. Ἴσως τὴν σύστασιν ἐκκόψαι βουλόμενοι τοῦτο ἐποίουν ἐκεῖνοι. Ἐπειδὴ εἶδον τὸν ὄχλον ἐφεστῶτα, ταῖς μὲν πληγαῖς τὸν θυμὸν τέως στῆσαι ἐβούλοντο, τῷ δὲ εἰς δεσμωτήριον ἐμβαλεῖν καὶ παραγγεῖλαι ἀσφαλῶς τηρεῖν, ἀκοῦσαι ἤθελον τοῦ πράγματος. Καὶ ἠσφαλίσατο, φησὶν, εἰς τὸ ξύλον, ὡς ἂν εἴποι τις, Εἰς τὸν νέρβον. Πόσων δακρύων τὰ νῦν ἄξια; Ἐκεῖνοι μὲν ἔπαθον ὅσα καὶ ἔπαθον, ἡμεῖς δὲ ἐν τρυφῇ, ἡμεῖς δὲ ἐν θεάτροις. Ὅθεν καὶ ἀπολλύμεθα, καὶ καταποντιζόμεθα, ἄνεσιν ζητοῦντες πανταχοῦ, καὶ οὐδὲ μέχρις ὀνειδισμοῦ διὰ τὸν Χριστὸν ἀνεχόμενοι λυπηθῆναι, οὐδὲ μέχρι λόγου. Τούτοις συνεχῶς ἀναμιμνήσκωμεν ἑαυτοὺς, παρακαλῶ, ὅσα ἔπαθον, ὅσα ὑπέμειναν, πῶς οὐκ ἐθορυβοῦντο, πῶς οὐκ ἐσκανδαλίζοντο. Τὸ τοῦ Θεοῦ ἔργον ἐποίουν, καὶ ταῦτα ἔπασχον. Οὐκ ἔλεγον, Τί τοῦτο κηρύττομεν, καὶ οὐ προΐσταται ἡμῶν ὁ Θεός; Ἀλλὰ καὶ τοῦτο αὐτοὺς ὠφέλει, καὶ χωρὶς τῆς βοηθείας αὐτῷ τῷ πράγματι εὐτονωτέρους ἐποίει, ἰσχυροτέρους, ἀκαταπλήκτους. Ἡ θλῖψις, φησὶν, ὑπομονὴν κατεργάζεται. Μὴ δὴ τὸν ὑγρὸν καὶ διακεχυμένον ζητῶμεν βίον. Ὥσπερ γὰρ ἐνταῦθα διπλοῦν τὸ καλὸν, ὅτι τε ἰσχυροὶ γίνονται καὶ ὅτι μεγάλοι οἱ μισθοὶ, οὕτως ἐκεῖ διπλοῦν τὸ κακὸν, ὅτι τε μαλακώτεροι καθίστανται καὶ ὅτι ἐπ' οὐδενὶ χρηστῷ, ἀλλὰ καὶ ἐπὶ κακῷ. Οὐδὲν γὰρ ἀχρηστότερον ἀνθρώπου γένοιτ' ἂν ἐν ἀνέσει καὶ τρυφῇ τὸν ἅπαντα διατελοῦντος χρόνον. Ἀνὴρ γὰρ, φησὶν, ἀπείραστος, καὶ ἀδόκιμος· ἀδόκιμος, οὐκ ἐν τοῖς ἀγῶσι τού 60.256 τοις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. Ἄχρηστον πρᾶγμα ἡ ἄνεσις, καὶ ἐν αὐτῇ δὲ τῇ τρυφῇ οὐδὲν οὕτως ἀνεπιτήδειον, ὡς τὸ τρυφᾷν προσκορὲς γάρ ἐστιν. Οὔτε σιτίων ἡδονὴ τοσαύτη, οὔτε ἀνέσεως, ἀλλὰ πάντα ἐξίτηλα γίνεται καὶ διαῤῥεῖ. Μὴ δὴ ταύτην ἐπιζητῶμεν. Εἰ γὰρ σκοπεῖν θελήσομεν τίς ἥδιον διάγει, ὁ πονούμενος καὶ ταλαιπωρούμενος ἢ ὁ τρυφῶν· τοῦτον μᾶλλον εὑρήσομεν. Πρῶτον μὲν γὰρ τοῦ τοιούτου τὸ σῶμα αὐτὸ ἔκλυτον καὶ πεπλαδηκός· ἔπειτα καὶ αἱ τοῦ σώματος αἰσθήσεις οὔκ εἰσιν εἰλικρινεῖς οὐδὲ ὑγιεῖς, ἀλλὰ χαῦναι καὶ μαλακαί· τούτων δὲ οὐκ οὐσῶν, οὐδὲ τῆς ὑγιείας ἡδονὴ φαίνεται. Ποῖος ἵππος χρήσιμος, ὁ τρυφῶν ἢ ὁ γυμναζόμενος; ποία ναῦς, ἡ πλέουσα ἢ ἡ ἀργοῦσα· ποῖον ὕδωρ, τὸ τρέχον ἢ τὸ ἑστώς; ποῖος σίδηρος, ὁ κινούμενος ἢ ὁ μὴ ἐργαζόμενος; οὐχ ὁ μὲν ἀπολάμπει, καὶ ἀργύρῳ προσέοικεν, ὁ δὲ κατίωται πανταχοῦ ἄχρηστος ὢν, καὶ τῆς ὕλης ἀπολλύς τι τῆς οἰκείας; Τοιοῦτόν τι γίνεται καὶ ἐπὶ τῆς ἀργούσης ψυχῆς· ἰός τις αὐτῆς καταχεῖται, καὶ τρώγει τήν τε λαμπρότητα καὶ τὰ ἄλλα πάντα. Τίνι οὖν ἄν τις τοῦτον ἀποσμήξειε τὸν ἰόν; Τῇ τῶν θλίψεων ἀκόνῃ· αὗται χρήσιμον ἐργάζονται τὴν ψυχὴν καὶ ἐν πᾶσιν ἐπιτηδείαν. Πῶς γὰρ, εἰπέ μοι, δυνήσεται τὰ πάθη τέμνειν, τῆς ἀκμῆς ἀμβλυνθείσης, καὶ μολύβδου δίκην ἐπανακαμπτομένης; πῶς τὸν διάβολον τρώσει; Τίνι δὲ οὐκ ἔστιν ἀηδὴς ἄνθρωπος πολυσαρκίαν ἀσκῶν, φώκης