1
In epistulam ad Colossenses (homiliae 112)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΝ.
ΟΜΙΛΙΑ Αʹ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θε λήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πα τρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ
Χριστοῦ. αʹ. Πᾶσαι μὲν ἅγιαι αἱ ἐπιστολαὶ Παύλου, ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ
πεμπόμεναι, οἵα ἐστὶν ἡ πρὸς Ἐφεσίους, οἵα ἡ πρὸς Φιλήμονα, οἵα ἡ πρὸς Τιμόθεον, οἵα ἡ πρὸς Φιλιππησίους, οἵα αὕτη ἡ παροῦσα· καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς γράφων ἔλεγε· ∆ιὸ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι. Ἀλλ' αὕτη μὲν δοκεῖ τῆς πρὸς Ῥωμαίους ὑστέρα εἶναι. Ἐκείνην μὲν γὰρ οὐδέπω ἰδὼν Ῥωμαίους ἔγραφε, ταύτην δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τέλει τοῦ κηρύγματος ὤν. Καὶ δῆλον ἐκεῖθεν· ἐν γὰρ τῇ ἐπιστολῇ φησι τῇ πρὸς Φιλήμονα, Τοιοῦτος ὢν, ὡς Παῦλος πρεσβύτης, καὶ ὑπὲρ Ὀνησίμου ἀξιῶν· ἐν ταύτῃ δὲ αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθώς φησι, Σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, πιστὸν καὶ ἀγαπητὸν, καὶ ἀδελφὸν αὐτὸν καλῶν. ∆ιὸ καὶ θαῤῥούντως λέγει ἐν ταύτῃ τῇ ἐπιστολῇ· Ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν· ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγμα. Ταύτης οὖν ὑστέραν οἶμαι τὴν πρὸς Τιμόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ λοιπόν· ἐκεῖ γάρ φησιν, Ἐγὼ γὰρ ἤδη σπένδομαι. Τῆς μὲν οὖν πρὸς Φιλιππησίους 62.300 ἥδε πρεσβυτέρα· ἐν ἐκείνῃ γὰρ φαίνεται ἀρχὴν ἔχων τῶν δεσμῶν τῶν ἐν τῇ Ῥώμῃ. Τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς ἐπιστολάς; Κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὢν αὐτὰς γράφει· ὡς ἂν εἰ ἀριστεὺς σφαγὰς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν· οὕτω δὲ ἐποίει καὶ αὐτός. Οἶδε γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι γράφων φησὶν, Ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Ταῦτα δὲ εἶπεν, ἵνα μὴ ἀσχάλλωμεν πρὸς τὰ δεινὰ, ἀλλὰ καὶ χαίρωμεν. Ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήμων· καὶ γὰρ ἐκεῖ γράφων φησὶ, Καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν· καὶ ἐνταῦθα, Εἴπατε Ἀρχίππῳ. ∆οκεῖ μοι οὗτος ἐγκεχειρίσθαι τινὰ τῆς Ἐκκλησίας. Οὐκ εἶδε δὲ οὔτε τούτους, οὔτε Ῥωμαίους, οὔτε Ἑβραίους, ἡνίκα ἔγραφε πρὸς αὐτούς. Καὶ περὶ μὲν ἐκείνων πολλαχοῦ δηλοῖ, περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος, Καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί· καὶ πάλιν, Εἰ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι. Οὕτως ᾔδει μέγα ὂν τὴν παρουσίαν αὐτοῦ πανταχοῦ, καὶ ἀεὶ ἑαυτὸν καὶ ἀπόντα ἐφίστησι· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ. Ἐγὼ μὲν γὰρ, φησὶν, ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών· καὶ πάλιν, Ἐλεύσομαι πρὸς ὑμᾶς, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· καὶ πάλιν, Μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῷ ἀπεῖναί με. 62.301 Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ. Ἄξιον δὲ καὶ τὴν ὑπόθεσιν εἰπεῖν, ἣν ἐκ τῆς ἐπιστολῆς εὕρομεν. Τίς οὖν ἐστιν αὕτη; ∆ι' ἀγγέλων προσήγοντο τῷ Θεῷ, παρατηρήσεις εἶχον πολλὰς καὶ Ἰουδαϊκὰς καὶ Ἑλληνικάς. Ταῦτ' οὖν διωρθοῦται. ∆ιὰ τοῦτο καὶ ἀρχόμενός φησι, ∆ιὰ