1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

61

ἑαυτοὺς καλοῦσιν, οὗτος δὲ καὶ αἰχμάλωτον. Καθάπερ γὰρ αἰχμάλωτος, οὕτως ἤγετο καὶ ἐφέρετο, καὶ πᾶσιν εἰς τὸ κακῶς πάσχειν προὔκειτο, μᾶλλον δὲ καὶ ἐκείνων χεῖρον. Ἐκείνους μὲν γὰρ, ἐπειδὰν λάβωσιν οἱ πολέμιοι, ἐν πολλῇ θεραπείᾳ λοιπὸν ἔχουσιν, ἅτε ὡς οἰκείων κτημάτων ἐπιμελούμενοι· τοῦτον δὲ ὡς ἐχθρὸν καὶ πολέμιον πάντες ἦγον καὶ ἔφερον, δέροντες, μαστίζοντες, ὑβρίζοντες, συκοφαντοῦντες. Τοῦτο καὶ ἐκείνοις παράκλησις ἦν· ὅταν γὰρ καὶ ὁ διδάσκαλος ἐν τοῖς τοιούτοις ᾖ, μᾶλλον παρακαλοῦνται οἱ μαθηταί. Καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα. Καὶ τοῦτον ἐνεκωμίασε τέως ἀπὸ τῆς συγγενείας· μέγας γὰρ ἦν ἀνὴρ ὁ Βαρνάβας. Περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν; Τί γάρ; οὐκ ἐδέχοντο καὶ χωρὶς τούτου; Ναί· ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς βούλομαι, φησί· καὶ τοῦτο τὸν ἄνδρα δείκνυσι μέγαν. Πόθεν τὰς ἐντολὰς ἔλαβον, οὐ λέγει. Καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος. Ἴσως Κορίνθιος ἦν οὗτος. Εἶτα πᾶσι τὸ ἐγκώμιον κοινὸν ἀποδίδωσιν, εἰπὼν τὸ ἰδιάζον ἑκάστου· Οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἐπειδὴ εἶπε, Συναιχμάλωτος, ἵνα μὴ συγκατενέγκῃ τὴν ψυχὴν τῶν ἀκουόντων, ὅρα πῶς τοῦτο τίθησι, καὶ διανίστησιν αὐτούς· Συνεργοὶ, φησὶν, εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ὥστε τῶν πειρασμῶν κοινωνοῦντες, τῆς βασιλείας κοινωνοῦσιν. Οἵτινες ἐγενήθησάν μοι παρηγορία. ∆είκνυσιν αὐτοὺς μεγάλους, εἴ γε Παύλῳ παρηγορία γεγένηνται. Ἀλλ' ἴδωμεν τὴν σύνεσιν Παύλου. Ἐν σοφίᾳ, φησὶ, περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Τουτέστιν, Οὐκ ἔστιν ὑμέτερος ὁ καιρὸς, ἀλλ' ἐκείνων ἐστί· μὴ τοίνυν βούλεσθε 62.376 αὐθεντεῖν, ἀλλ' ἐξαγοράζετε τὸν καιρόν. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἀγοράζετε, ἀλλ', Ἐξαγοράζετε, δηλῶν, ὅτι Οὕτω διατιθέμενοι, ὑμέτερον αὐτὸν ποιεῖτε ἑτέρως. Ἀνοίας γὰρ περιττῆς, πολέμων καὶ ἀπεχθείας προφάσεις ἐπινοεῖν. Πρὸς γὰρ τῷ κινδύνους περιττοὺς ὑπομένειν καὶ κέρδος οὐκ ἔχοντας, καὶ ἑτέρα γίνεται βλάβη, τὸ τοὺς Ἕλληνας μὴ προσιέναι ἡμῖν. Ἐν γὰρ τοῖς ἀδελφοῖς ὅταν ᾖς, εἰκότως θαῤῥεῖς· ἔξω δὲ οὐχ οὕτω χρή. Ὁρᾷς πῶς πανταχοῦ τοὺς ἔξω, τοὺς Ἕλληνας λέγει; ∆ιὰ τοῦτο καὶ Τιμοθέῳ γράφων ἔλεγε· ∆εῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν· καὶ πάλιν, Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; Ἐν σοφίᾳ, φησὶ, περιπατεῖτε πρὸς τοὺς ἔξω. Ἔξω γάρ εἰσι, κἂν τὸν αὐτὸν κόσμον οἰκῶσιν ἡμῖν, τῆς βασιλείας ὄντες ἔξω καὶ τοῦ οἰκίσκου τοῦ πατρικοῦ. Ἅμα καὶ παραμυθεῖται αὐτοὺς, ἔξω ἐκείνους καλῶν· ὅπερ ἔλεγεν ἀνωτέρω, ὅτι Ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Τότε, φησὶ, δόξαν ζητεῖτε, τότε τιμὰς, τότε τὰ ἄλλα πάντα· νῦν δὲ μὴ, ἀλλ' ἐκείνοις παρέχετε. Εἶτα, ἵνα μὴ νομίσῃς χρήματα λέγειν αὐτὸν, ἐπάγει· Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι ὑμᾶς πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἵνα μὴ ὑποκρίσεως γέμῃ, φησί· τοῦτο γὰρ οὐ χάρις, οὐδὲ ἅλατι ἤρτυται. Οἷον, ἐὰν δέῃ θεραπεῦσαι ἀκινδύνως, μὴ παραιτήσῃ· ἂν καιρὸς ᾖ προσηνῶς διαλεχθῆναι, μὴ νομίσῃς τὸ πρᾶγμα κολακείαν· πάντα ποίει τὰ εἰς τιμὴν ἀνήκοντα, ἄνευ τοῦ βλάπτεσθαι τὴν εὐσέβειαν. Οὐχ ὁρᾷς πῶς ∆ανιὴλ ἄνθρωπον ἀσεβῆ θεραπεύει; οὐχ ὁρᾷς τοὺς τρεῖς παῖδας, πῶς μετὰ σοφίας τῷ βασιλεῖ προσεφέροντο, καὶ ἀνδρείαν δεικνύντες, καὶ παῤῥησίαν, καὶ οὐδὲν θρασὺ οὐδὲ ἐπαχθές; τοῦτο γὰρ οὐκέτι παῤῥησίας, ἀλλὰ κενοδοξίας. Εἰδέναι, φησὶ, πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἑτέρως γὰρ τῷ ἄρχοντι, ἄλλως τῷ ἀρχομένῳ· ἄλλως τῷ πλουτοῦντι, ἄλλως τῷ πένητι. ∆ιὰ τί; Ὅτι αἱ τῶν πλουτούντων καὶ ἀρχόντων ψυχαὶ ἀσθενέστεραι τυγχάνουσιν οὖσαι, μᾶλλον φλεγμαίνουσαι, μᾶλλον διαῤῥέουσαι· ὥστε ἐκεῖ συγκαταβατικὸν εἶναι δεῖ· αἱ τῶν πενήτων καὶ ἀρχομένων, στεῤῥότεραι καὶ συνετώτεραι· ὥστε ἐνταῦθα καὶ παῤῥησίᾳ χρὴ μείζονι κεχρῆσθαι, πρὸς ἓν ὁρῶντα, τὴν οἰκοδομήν. Μὴ ἐπειδὴ ὁ μὲν πλούσιος, ὁ δὲ πένης, ὁ μὲν πλέον τιμάσθω, ὁ δὲ ἔλαττον·